Ancient Greek
ZPE 219 (2021), p. 183-185 no. 6
Documentary Papyri, Zpe 219 183_6
Not analysed yet
……τῷ δὲ ἀβρόχῳ, τὸ μὴ εἴη, παρέξω τὸ ἥμισυ τοῦ προκειμένου φόρου, ὅνπερ φόρον νέον καθαρὸν κεκοσκινευμένον ἀποδώσω σοι μέτρῳ καιρῷ συγκομιδῆς ἑκάστου ἔτους ἀνυπερθέτως ἐν μηνὶ Ἐπειφ καὶ ἀποκαταστήσω αὐτὸν τὸν φόρον εἰς οἶκόν σου ἐν Ἑρμουπόλει ἰδίοις μου ζῴοις. ἡ μίσθωσις κυρία καὶ βεβαία καὶ ἐπερωτηθεὶς ὡμολόγησα Αὐρήλιος Ἰωσῆφις Κολλούθου ὁ προκείμενος μεμίσθωμαι ὡς πρόκειται. Ἀπόλλων Καλλινίκου ὑποδιάκονος ἀπὸ Ἑρμουπόλεως μαρτυρῶ τῇ μισθώσει ἀκούσας παρὰ τοῦ θεμένου. Φοιβάμμων Βασιλίδου ἀπὸ Ἑρμουπόλεως μαρτυρῶ τῇ μισθώσει ἀκούσας παρὰ τοῦ θεμένου δι’ ἐμοῦ Ἑρμοῦ ἐγράφη