Ancient Greek
ZPE 220 (2021), p. 214-218 copy A
Documentary Papyri, Zpe 220 215
Not analysed yet
Σαραπιάδι Ἀριστ…ου μετὰ κυρίου τοῦ συγγενοῦς Ἡρακλ τοῦ Ἡρακλ παρὰ Μυσθαρίωνος τοῦ Θέωνος …μητροπόλεως ἀναγραφομένου ἐπ’ ἀμφόδου Φρεμει Πέρσου τῆς ἐπιγονῆς. βούλομαι μισθώσασθαι παρὰ σοῦ τὸ ὑπάρχον σοι περὶ κώμην Ἀφροδίτης Βερνίκης πόλιν τῆς Ἡρακλείδου μερίδος τρίτον μέρος κοινὸν καὶ ἀδιαίρετον φοινικῶνος σὺν διαψίλοις ἀρουρῶν ἓξ ἢ ὅσων ἐὰν ὦσι εἰς ἔτη τέσσαρα καρποὺς καὶ σπορὰς τέσσαρας, τοὺς μὲν φοίνικας ἀπὸ τῶν ἐπικειμένων τοῦ διεληλυθότος τετάρτου ἔτους Ἀντωνίνου Καίσαρος τοῦ κυρίου φοινικικῶν καρπῶν, τὰ δὲ διάψιλα ἀπὸ τῆς τοῦ ἐνεστῶτος πέμπτου ἔτους Ἀντωνίνου Καίσαρος τοῦ κυρίου σπορᾶς, φόρου τοῦ παντὸς τοῦ αὐτοῦ τρίτου μέρους κατ’ ἔτος ἕκαστον ἀργυρίου δραχμῶν ὀγδοήκοντα καὶ ἐπιτελέσω κατασπασμοὺς καὶ τὰ κατὰ καιρὸν ἔργα πάντα χωματισμοὺς ποτισμοὺς ὑποσχισμοὺς ἀναβολὰς διωρύγων καὶ πάντα ὅσα καθήκει, σπείρων τὰ διάψιλα οἷς ἐὰν αἱρῶμαι πλὴν κνήκου καὶ ἑαυτῷ χορηγῶν σπέρματα, καὶ τὸν κατ’ ἔτος φόρον ἀποδώσω μηνὶ Ἁθυρ, τῶν τοῦ ἐπισπουδασμοῦ δημοσίων φορέτρων ὄντων πρὸς ἐμὲ τὸν Μυσθαρίωνα, τῶν δὲ ἄλλων δημοσίων πάντων ὄντων πρὸς σὲ τὴν Σαραπιάδα, καὶ μετὰ τὸν χρόνον παραδώσω τὸν φοινικῶνα καθαρὸν ἀπὸ θρύου καλάμου ἀγρώστεως δίσης πάσης, τοὺς δὲ φοίνικας ὑπὸ καρπὸν …