Ancient Greek
ZPE 224 (2022), p. 208-212
Documentary Papyri, Zpe 224 209
Not analysed yet
Ἀπολλώνιος Ποσειδωνίωι χαίρειν. δέξαι παρὰ Ψενήσιος τοῦ Πάσιτος κατὰ τὴν παρὰ Σπαρτάκου τοῦ ἐπιμελητοῦ διαγραφὴν τὴν συνκεκριμένην τιμὴν ἐφ’ ἑκάστης ἀρούρας κεραμίου α τοῦ ὑπάρχοντος αὐτῶι ἀμπελῶνος περὶ Ψινᾶχιν τῆς Θεμίστου μερίδος ἐν βασιλικῆι γῆι τοῦ ιγ ἔτους ηις ἀνὰ Α ἀντανειρημένης τῆς διδομένης ἐκ τοῦ βασιλικοῦ τιμῆς δραχμῶν π τῶν λοιπῶν ἀνὰ ϡκ τὰς συναγομένας χαλκοῦ ροβτριώβολον. ἔρρωσο ἔτους ιγ Παχὼν ιθ. Ἀπολλώνιος. δέξαι τὰς ροβ τριώβολον. Ψενήσιος ηις ροβ τριώβολον.