Ancient Greek
ZPE 226 (2023), p. 130-132
Documentary Papyri, Zpe 226 131
Not analysed yet
ἐδόθη διὰ Ἀπολλῶ προνοητοῦ Νίκης Στεφάνῳ ποταμίτῃ καὶ τοῖς ἑταίροις αὐτοῦ ἐργαζομένοις …λάκκ ἐν κτήματι Νίκης ἐν τῇ μηχανῇ καλουμένῃ Πατνηα ἐπὶ τῆς ϛ ἰνδικτίωνος γεωργουμένῃ …τοῦ αὐτοῦ κτήματος καὶ Μαξίμου μείζονος λόγῳ μισθοῦ ὑπὲρ ναυβίων ρξϛ ἐξ ὧν κουφίζονται ὑπὲρ τοῦ παλαιοῦ λάκκου ναύβια …εἰς νομισμάτια δ ϛ παρὰ ιθ καὶ σίτου ἀρτάβας δ καὶ ἀργυρίου δηναρίων μυριάδας Ασ, ἐξ ὧν ἐδόθη αὐτοῖς πρώην νομισμάτια β παρὰ θ, λοιπὰ νομισμάτια δύο τέταρτον παρὰ δέκα καὶ σίτου ἀρτάβαι τέσσαρες καὶ ἀργυρίου μυριάδες χίλιαι διακόσιαι, γίνονται χρυσοῦ ἰδιωτικῷ νομισμάτια β δ παρὰ κεράτια ι καὶ σίτου ἀρτάβαι δ καὶ ἀργυρίου μυριάδες Ασ μόνα. ἔτους σμθ σιη Παῦνι ιθ ἰνδικτίωνος ἕκτης. γίνονται χρυσοῦ ἰδιωτικῷ ζυγῷ νομισμάτια δύο τέταρτον παρὰ κεράτια δέκα καὶ σίτου ἀρτάβαι τέσσαρες καὶ ἀργυρίου μυριάδες χίλιαι διακόσιαι μόνα.