Ancient Greek
ZPE 228 (2023), p. 20-22 no. 3
Documentary Papyri, Zpe 228 21_3
Not analysed yet
…ενέγκασθαι εἰς τ… τὴν ταχίστην τὸν ἀνάπλουν ποήσεσθαι ἐπεσταλμε… ἐκρίναμεν σημῆναι. ἐπεὶ οὖν καινευ… ἡμῖν γέγραφεν πάντως ἐν τῶι …ἔσεσθ’ ἐπὶ τῶν τόπων ἡμεῖς τε κατηρτισάμενοι τὰ ἐν τῆι Θηβαίδι ἐμε… τὴν ταχίστην, καλῶς ποήσετε ἐπεγείραντες ἑαυτοὺς καὶ ἐξαψάμενοι ἔτι προθυμότερον τῆς ἑκάστων συντελείας, ὅπως διε…ν…συ… ἡμεῖς δὲ τὰς τοσαύτας ἐκ τοῦ ἰδίου δαπάνας εμ… λάβωμεν προκεκομμένα ἡδέως διατεθῶμεν. ἐπεὶ μεγα… καθημέραν περὶ ἑκάστων διασαφεῖν, διὸ καὶ πεπόμφαμεν …καὶ Δωρόθεον τῶν φίλων καὶ ἡγεμόνας ἐπ’ ἀνδρῶν ἐπιγνωσομένους …ἐπιδείξατε οὖν αὐτοῖς πάντα καὶ ἡμῖν σημήνατε. ἔρρωσθε ἔτους λη Ἐπεὶφ …