Ancient Greek
ZRG139 (2022), p. 1-42 [P. Freib. 76]
Documentary Papyri, Zrg 139 5
Not analysed yet
Γαίῳ Οὐαλερίῳ Κελεάρι τῷ καὶ Φιλοξένῳ ἱερεῖ τῶν κυρίων Σεβαστῶν καὶ νεωκόρῳ τοῦ μεγάλου Σαράπιδος καὶ ὡς χρηματίζει διὰ Νεφωτιανοῦ φροντιστοῦ παρὰ Αὐρηλίων Ἁτρῆτος Πασικᾶτος καὶ …σίρεος Ἑριεῦτος ἀπὸ Ἀφροδιτοπολίτου νομοῦ καὶ Πρόκλου Διογένους καὶ Παήσεως ἀπάτορος μητρὸς Τεφερῶτος καὶ Κουειήους ἀπάτορος μητρὸς Θερμούθιος πάντων ἀπὸ κώμης Φιλαδελφείας τῶν ε βουλόμεθα μισθώσασθαι παρὰ σοῦ ἐξ ἀλληλεγγύης τοὺς ἐπικειμένους καὶ τοὺς τοῦ διεληλυθότος ε ἔτους ἐκπίπτοντας εἰς τὸ ϛ ἔτος φοίνικας φοινικῶνος Σέξτου συλλεγομένους ἀπὸ τῶν ὑπαρχουσῶν σοι περὶ κώμην Φιλαδέλφειαν ἀρουρῶν ὅσων ἐστὶν φόρου τοῦ παντὸς ἀργυρίου δραχμῶν ὀκτακοσίων καὶ ὑπὲρ φυλάκων καὶ ὀχεύειν τοὺς φοίνικας δραχμὰς ἐνενήκοντα ἓξ ἀνυπολόγων καὶ ἀκινδύνων τῶν ἔργων πάντων …νόντων καὶ βοτανισμοῦ καὶ περιχωματικῶν καὶ ποτισμὸς καὶ ὀχεύειν τοὺς φοίνικας ὄντων πρὸς ἡμᾶς τοὺς μεμισθωμένους καὶ τὸν φόρον ἀποδώσωμεν ἅμα τῷ κατασπασμῷ ἐὰν φαίνηται μισθῶσαι. Σαβῖνος διὰ Νεφωτιανοῦ μεμίσθωκα ὡς πρόκειται. ἔτους ϛ Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Σεουήρου Ἀλεξάνδρου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ Θὼθ ιβ.