Ancient Greek
Section 10
Dorotheus of Sidon, Fragmenta alia antiqua 10
Not analysed yet
Τοξότης. Ἔστρωται δʼ ὑπὸ τῷδε βαθυπλούτων κλίμα Γάλεων, καὶ Κρήτη Κρονίδαο Διὸς τροφός, ᾗχί τε μύστης ἁρπαγίμης ὑμέναιος ἔφυ κρατερῆς Εὐρώπῃς· τῷ δʼ ὕπο Κιμμερίη τέταται χθὼν ἡ πανέρημος. Ἐκ τῶν τοῦ αὐτοῦ Δωροθέου περὶ ὁρίων.