Ancient Greek · ~3 min
Dfhg-Source dfhg4_DOSITHEUS
DOSITHEUS, Fragmenta 7
Not analysed yet
Πέλοψ, Ταντάλου καὶ Εὐρυανάσσης, γήμας Ἱπποδάμειαν, ἔσχεν Ἀτρέα καὶ Θυέστην· ἐκ δὲ Δαναίδος νύμφης Χρύσιππον, ὃν πλέον τῶν γνησίων ἔστερξε. Αάϊος δὲ ὁ Θηβαῖος, ἐπιθυμήσας, ἥρπασεν αὐτόν. Καὶ συλληφθεὶς ὑπὸ Θυέστου καὶ Ἀτρέως, ἐλέους ἔτυχε παρὰ Πέλοπος διὰ τὸν ἔρωτα. Ἱπποδάμεια δ ̓ ἀνέπειθεν Ἀτρέα καὶ Θυέστην ἀναιρεῖν αὐτὸν, εἰδυῖα ἔσεσθαι ἔφεδρον βασιλείας. Τῶν δ ̓ ἀρνησαμένων, αὐτὴ τῷ μύσει τὰς χεῖρας ἔχρισε. Νυκτὸς γὰρ βαθείας κοιμωμένου Ααίου, τὸ ξίφος ἑλκύσασα καὶ τρώσασα τὸν Χρύσιππον, ἐγκαταπήγνυσι τὸ ξίφος. Ὑπονοηθεὶς δὲ ὁ Λάϊος διὰ τὸ ξίφος, ῥύεται ὑπὸ ἡμιθνῆτος τοῦ Χρυσίππου τὴν ἀλήθειαν ὁμολογήσαντος· ὁ δὲ θάψας, τὴν Ἱπποδάμειαν ἐξώρισεν· ὡς Δοσίθεος ἐν Πελοπίδαις (Πελοποννησιακοῖς̣).