Ancient Greek · ~1 min
Play Psa, lines Fragment tit-2
Dromo Comic., Fragmenta Fragment tit-2
Not analysed yet
ΨΑΛΤΡΙΑ.
Ὑπερῃσχυνόμην
μέλλων ἀσύμβολος πάλιν δειπνεῖν· πάνυ
αἰσχρὸν γάρ. Β. ἀμέλει· τὸν Τιθύμαλλον γοῦν ἀεὶ
ἐρυθρότερον κόκκου περιπατοῦντ' ἔσθ' ὁρᾶν·
οὕτως ἐρυθριᾷ συμβολὰς οὐ κατατιθείς.
Ἐπεὶ δὲ θᾶττον ἦμεν ἠριστηκότες,
ὁ παῖς περιεῖλε τὰς τραπέζας, νίμματα
ἐπέχει τις, ἀπενιζόμεθα, τοὺς στεφάνους πάλιν
τοὺς ἰρίνους λαβόντες ἐστεφανούμεθα.