Ancient Greek
384
Ducas, Historia Turcobyzantina 384
Unproofread scanNot analysed yet
τῆς βασιλείας τοῦ μεγάλου Κωνσταντίνου ἕως τῆς βασιλείας Ἰουστινιανοῦ τοῦ βασιλέως ἔτη σιʹ. Ἐν τοῦ αὐτοῦ ᾠκοδομήθη τὸ μέγα τέμενος τὸ ἐπ´ ὀνόματι τῆς τοῦ Θεοῦ ἁγίας Σοφίας παρ´ αὐτοῦ σκευασθέν. Ἀπὸ δὲ τῆς βασιλείας Ἰουστινιανοῦ ἕως τῆς βασιλείας Κωνσταντίνου καὶ Εἰρήνης τῆς μητρὸς αὐτοῦ ἔτη σξʹ. Ἀπὸ δὲ τῆς βασιλείας Εἰρήνης ἕως τῆς βασιλείας Ἀλεξίου τοῦ Κομνηνοῦ ἔτη σίεʹ. Ἐβασίλευσε δὲ Ἀλέξιος ἔτη λζ´ καὶ μῆνας δ´ καὶ ἢμι. Ἰωάννης ὁ υἱὸς αὐτοῦ ἔτη κδ´ μῆνας ηʹ. Μανουήλ ὁ υἱὸς Ἰωάννου ἔτη λζί μῆνας θʹ. Ἀλέξιος ὁ υἱὸς Μανουὴλ καὶ Ἀνδρόνικος ὁ φονεὺς Ἀλεξίου ἔτη γʹ. Ὡστε εἶναι τὰ πάντα ἔτη τῆς βασιλείας τῶν Κομνηνῶν ἔτη ραʹ, μῆνας θʹ. Μετὰ δὲ τὸν Ἀνδρόνικον Ἰσαάκιος ὁ Ἅγγελος ἔτη θʹ μῆνας ηʹ. Ἀλέξιος δὲ ὁ Ἄγγελος ἀδελφὸς Ἰσαακίου ἔτη θʹ. Δούκας ὁ Μούρτζουφλος μῆνας βʹ. Ὥστε εἶναι ἀπὸ κτίσεως κόσμου ἕως τῆς βασιλείας Δούκα, ἐν ᾖ καὶ ἑάλω ἡ Κωνσταντινούπολις παρὰ τῶν Λατίνων