Ancient Greek
413
Ducas, Historia Turcobyzantina 413
Unproofread scanNot analysed yet
«τοὺς πόδας, ἡμιθανὴς, ὡς εἰπεῖν, ὑπὸ πολλῆς ἀδδηφαγίας, καὶ πολυποσίας, καὶ τῶν ἡδυπαθειῶν, μὴ ἔχων ἕτερον ἀντὶ τοῦ Μανουήλ στέψαι καὶ καταλιπεῖν βασιλέα, βάλλει τὸ φρούριον κάτω, καὶ μηνύει τῷ τυράννῳ δι´ ἐναργῶν ἀποδείξεων ὅτι τὸ κε λευσθὲν πέρας εἴληφεν. Ὁ δὲ βασιλεὺς ἀκούσας τὸ πικρὸν καὶ ἀπαίσιον μήνυμα, ἔτι ὄντος [ὢν] ἐν ὀδύναις σωμάτων, ἀπέδωνε τὸ χρεών. Ὁ δὲ βασιλεὺς Μανουὴλ μαθὼν τὸν θάνατον τοῦ πατρὸς αὐτοῦ, διὰ νυκτὸς φυγὰς ᾤχετο, καὶ δὴ καταλαβὼν τὴν πόλιν, καὶ τὸ πένθος τοῦ πατρὸς αὐτοῦ ὡς ἔθος πλημώσας, ἐκάθητο μεριμνῶν περὶ τοῦ τυράννου, καὶ ἄρα βούλεται κατ αὐτοῦ, καὶ κατ´ τῆς πόλεως Ὁ δὲ τύραννος μαθὼν τὸν θάνατον τοῦ βασιλέως, καὶ τὴν φυγὴν τοῦ Μανουήλ, ἠνιᾶτο καὶ ἐδυσχέραινε· καὶ κατ τῶν οἰκείων ἐμαίνετο πῶς διέδρα, καὶ οὐδεὶς αὐτὸν ἔγνω. Ἠβούλετο γὰρ θανατῶσαι αὐτὸν, εἰ ἐν χερσὶν ἔτυχεν ὥν. Τότε στέλλει πρὸς τὸν βασιλέα Μανουήλ ἀποκρισιαρίους ζητῶν ὅτι βαύλεται τοῦ εἶναι καὶ διαμένειν ἐντὸς τῆς πόλεως ἕνα τῶν αὐτοῦ κριτῶν καὶ νομιμαρίων, ὅν αὐτοὶ καλοῦσι Καδίν· οὐκ εἶναι δίκαιον λέγων τοὺς Μουσουλμάνους ἐν ἐμπορίαις ἀσχολουμένους, καὶ ἐν τῆ Κωνσταντίνου ἀπερχομένους, διά τινων ὑποθέσεων, καὶ ἀμφιβολιῶν παρίστασθαι τοὺς Μουσουλμάνους ἐν κριτηρίῳ Καβουρίδων, ἀλλὰ τὸν Μου ουλμάνον Ἀεῖ Μουσουλμάνον κρῖναι, καὶ ἕτερα παραπλήσια γέμοντα φόρτους ἀδικίας καὶ συκοφαντίας· τέλος· Εἰ οὐ βούλει ποιῆσαι, καὶ δοῦναι ὅσα συι προστάττω, κλεῖσον τὰς θύρας τῆς πόλεως. καὶ βασίλευε ἐν μέσῳ αὐτῆς. Τὰ δέ ἐκτὸς αὐτῆς, ὲμὰ πάντα εἰσίν. Τότε ὁ τύραννος περάσας ὰπὸ Βιθυνίας εἰς Θράκην, πάντα τὰ τῆς πόλεως ἄπη κατέσκαψε, καὶ τοὺς οἰκοῦντας μετῴκισεν ἀπὸ Πανίδου ἄχρι αὐτῆς πόλεως. Εἷλε καὶ Θεσσαλονίκην,