Ancient Greek
415
Ducas, Historia Turcobyzantina 415
Unproofread scanNot analysed yet
τήσας τοῖς πρὸ Εοφίαν, ἐκεῖ αὐτοὺς ἀπεξεδέχετο, Τῇ ἐπιούσῃ τοίνυν ἐμφανεῖς γενόμενοι οἱ Χριστιανοὶ, καὶ κατὰ σειρὰν παραστάντες, συνασπισμὸν ποιησάμενοι, πρῶτον τὸ μέσον διέῤῥηξαν τῆς τῶν πολεᾶίων φάλαγγος, λίαν εὐρώστως ἀγωνιζόμενοι, καὶ κατακόπτοντες τοὺς ἀνθισταμένους, ἕως διήλασαν καὶ ἐς αὐτὴν τῶν πολεμίων οὐραγίαν. Καὶ συστρέψαντες αὖθις πάντ´ ἔδρων τὰ κράτιστα, ὡς ἀπράκτους ἤδη φαίνεσθαι τοὺς τῶν Τούρκων σφενδονήτας τε καὶ τοξότας. Ὡς δ´ οἱ τῆς Φλάνὸρας εἶδον τὸν πόλεμον δεξιῶς πρὸς τοὺς Τούρκους ἀντικαθιστάμενον, καὶ τὰ πρὸς φυγὴν ὁρμώμενοι, καὶ αὐτοὶ χύδην ὄπισθεν ἔτρεχον, καὶ τὰς παρεμβολὰς τῶν Τούρκων διαβάντες, καὶ αἱματόφυρτα τὰ τέλματα τοῦπεδίου ἐργασάμενοι, εἰς τὰς αὐτῶν παρεμβολός ὑπέστρεφον. Οἱ δὲ Τοῦρκοι σὺν τῷ ἀρχηγῷ Παγιαζήτ, οἴτινες Πόρτα καλεῖται, οἷον θύρα τοῦ παλατίου τῆς αὐλῆς ὄντες, ἀργυρώνητοι πάντες, καὶ ἐκ διαφόρων γενῶν τῶν ἀπαριθμουμένων ἐν Χριστιανοῖς, ὑπὲρ μυρίους ὄντες καὶ ἐν λόχμῃ τινὶ κεκρυμμένοι διὰ τὸ ἀνύποπτον, συμφρονήσαντες αὐτοβοεί τε κατὰ τῶν Φράγκων καὶ τῶν Οὔγγρων ὁρμήσαντες, καὶ κατὰ κύκλον περιελθόντες, καὶ συμμίξαντες, τοὺς μὲν ἔργον ἀπέφαινον ξίφους, τοὺς δὲ φυγάδας ἐποίουν, Στραφέντες δὲ οἱ τῶν Φρανδάλων, καὶ ἰδόντες τὴν τροπὴν τῶν Οὔγγρων, καὶ τοὺς Τούρκους ἀλαλάζοντας, καὶ εἰς ἀέρα φωνὰς πέμποντας καὶ κασόπιν τρέχοντας, ἐξαίφνης ἄλλοι σὺν βοᾷ ταραχώδει, καὶ σαλπίγγων ἠχῇ ἐπεισπεσόντες τοῖς Φράγκοις, τοὺς μὲν ἐδίωξαν, ἄλλους δὲ ἔβαλον κάτῳ τῶν ἴππων, καὶ τοὺς ἐτέρους τοὺς ἀνθισταμένους κατέσφαξαν· καταδιώξαντες τοὺς λοιποὺς ἄχρι Δανούβεως, ὦν πλεῖστοι ἐν τῷ ποτιαμῷ ἔρριψαν ἑαυτοὺς καὶ ἀπεπνί ησαν. Ἐζώγρησαν οὖν ζῶντας μεγιστᾶνας τὸν δοῦκα τῶν Φρανδάλων [ἀνδρῶν]