Ancient Greek
435
Ducas, Historia Turcobyzantina 435
Unproofread scanNot analysed yet
ἔγκλειστον ἐν πολιχνίῳ τινὶ ἐντὸς πύργου δεσμήσις ἔρριψε, καὶ τοὺς σὺν αὐτῷ Ὁτμανίδας· Μάμαλοις ὀνομάζεται τὸ πολίχνιον. Ὁ δὲ Τζνεήε τί δὴ ἄρα δρᾷ; Ἐκ τῆς Σμύρνης ἐξελθών σὐν διήρει μιᾷ πλεύσας ἐν τῇ Καρίᾳ, ἔρχεται εἰς Μάμαλον, κἀκεῖ κουφίως πέμπει πρὸς τοὺς ἐγκλείστους, ὡς βδη κλέψων ἦλθεν αὐτούς. Οἱ δὲ τοὺς φύλακας παν. δαισίαν ποιήσαντες, καὶ εἰς κόρον τὸν ἄκρατον κεράσαντες, καὶ κοιμίσαντες ὡς τεθνηκότας, αὐτοὶ ἐξῆλθον τοῦ πύργου· καὶ διὰ τοῦ τείχους χαλασθέντες καλωδίοις, εἰσῆλθον ἐν τῇ διήρει, καὶ πλεύσαντες ἦλθον εἰς Σμύρναν. Ἐγένετο οὖν με γάλη χαρὰ ἐν τῇ τοιαύτῃ κλοπῇ. Χειμῶνος δὲ ἀρχομένου ὁ Τζινεὴτ στρατεύει εἰς Ἔφεσον, καὶ κλείει ἐντὸς τοῦ πολιννίου τὸν Ὁμοὺρ, καὶ τὴν πόλιν πᾶσαν τοῖς αὐτοῦ στρατιώταις πρέδαν ποιεῖται· καὶ πλὴν τῶν ἀνθρώπων, ὅ τι οἰκ ᾐχμαλωτίζοντο, τὸ πᾶν, ὃ ἐπεκτήσαντο μετὰ τὴν παραδρομὴν τῶν Σκυθῶν, ἐσκύλευσαν, καὶ πολλοὺς τῶν πολιτῶν κατέσφαξαν, καὶ ἄλλα μυρία δεινὰ πέπραχεν ὁ ἀλάστωρ. Τότε εἰς συμβνβάσεις ἐλθὼν μετὰ τοῦ Ὁμοὺρ, καὶ τὴν θυγατέρα εἰς γυναῖκα αὐτῷ δοὺς, καὶ ὅρκοις πιστώσας τὴν ἀλήθειαν, ἔξεισι τοῦ Κάστρου· καὶ περιπτύσσονται ὡς πατὴρ μετὰ υἱοῦ, καὶ ἀποβάλλεται ἐνόρκως τὴν πρὸς τὸν ΜΙουσουλμὰν εὐπείθειαν, καὶ Ἀτήνης καβολικὸς ἀναδείκνυται. Σὺν αὐτῷ οὖν διαδραμὼν τὴν πᾶσαν ἡγεμονίαν, καὶ πρὸς ἑαυτὸν ἑλκύσας τὰς πάσας πόλεις, τὰς πρὸς Μαίανδρον, καὶ τὰς πρὸς ἄρκτον Φιλαδέλφειαν, Σάρδεις, Νύμφαιον μέχρι τοῦ Ἕρὸ μονος ποταμοῦ καὶ οἰκήσας [ίκίσας] τοὺς πιστοτάτους αὐτῷ, καὶ τὴν πᾶσαν ἡγεμονίαν εἰ χεῖρας τῶν αὐτοῦ συγγενῶν καὶ φίλων ἐνθείς, αὐτὸς ἐν Ἐφέσῳ σὺν τῷ μελλογάμβρῳ διάγων, ροῦς ἀναπηδήσας πρωῒ ἐν τῷ δήμῳ, ὡς ὁ ἡγερών ἐτεθνήκει, καὶ δὴ ἡλίου ἀνατείλαντος ἄραντες τὸ πτῶμα αὐτοῦ, ἔγερον ἐν τῷ πολιχνίῳ, ὅ Πυργίόν καλεῖται, ἐν τῇ ὑπωρεία τοῦ Τμώλου ὅρους κείμενον · ἐκεῖ αὐτὸν ἔθαψαν ἐγγὺς τῶν πατρῶν αὐτοῦ. Ὁ δὲ Τζινεὴτ εἰς ὕψος ἀοθεὶς, καὶ τὴν ἡγεμονίαν ὡς πατρικὸν κλῆρον ἡγησάμενος, αὐτόνομος ἡγεμών Ἀσίας ἐκλήθη. Ὁ δὲ Μουσουλμὰν, μὴ φέρων τὴν αὐτοῦ ἀναίδειαν, ἠβουλήθη περᾶσαι ἐν τῇ Βιθυνίᾳ. Καὶ δὴ περάσας, καὶ εἰσελθών ἐν Προύσῃ, ἅπαντες οἱ Ιρουσαεῖς ἀσπασίως αὐτὸν ὑπεδέξαντο, καὶ μεθ´ ὅσης χαρᾶς ἑτοίως τοῦ θανεῖν ὑπὲρ αὐτὸν ᾑρετήσαντο[ὑπὲρ αὐτοῦ ἡοετίσαντο ]. Τότε δὲ ἔαρος ἀρξαμένου, στρατὸν ἀθροίζειν