Ancient Greek
441
Ducas, Historia Turcobyzantina 441
Unproofread scanNot analysed yet
Στέφανος ὁ τοῦ Λαζάρου υἱὸς μὴ φέρων ἐν τοῖς ὑσίν τὴν ἐπιδρομὴν), καὶ παμαφηθῆ χωρία, καὶ κάμπους καταδραμὼν, τὰ μὲν ὡραῖα τῇ ὄψει καὶ νέα σώματα ἠχμαλώτιζεν, τοὺς δὲ λοιποὺς ἅπαντας ξίφει κατέσφαττε. Λαβὼν δὲ καὶ πολίχνια τρία πολέμῳ πάν. τας ἐθέρισε· καὶ θερίζων, ἐν τοῖς σώμασι τῶν Χριστιανῶν τράπεζαν ἐφήπλου, καὶ πανδαισία, ἐποίει μετὰ τῶν μεγιστάνων αὐτοῦ. Ἀπὸ δὲ Σεοβίας στραφεὶς ἐν Ἀδριανουπόλει, καὶ μικρὸν ἀναπαυσάμενος, τὰ πρὸς τὴν Κωνσταντίνου παρεσκεύαζι πολεμικὰ τειχομηχανήματα· πέμύας δὲ στρατὸν οὐκ ὀλίγον ἐν Θετταλία, ἐπολιόρκει Θεσσαλονίκην, καὶ τὰ παρὰ τὸν Στρυμόνα χωρία ἅπαντα παραλαβὼν, πλὴν Ζητουνίου, αὐτὸς πρὸς Κωνσταντινούπολιν ἐχώρει, καὶ πάντα τὰ χωρία εὑρὼν ἔρημα· ἦν γὰρ μετοικήσας αὐτὰ ὁ βασιλεὺς Μανουήλ ἐντὸς τῆς πόλεως· πάντα πυρὶ παρέδωκεν· αὐτὸς δὲ πήξας τὰς σκηνὰς, τῇ μὲν γνώμῃ θαῤῥῶν ἦν, ὅτι γενήσεται ταύτης κύριος· τῇ δὲ πράξει καὶ τῇ λοιπῇ δυνάμει μακρόθεν ἦν ἑστώς· πλὴν καθ´ ἡμέραν οὐκ ἐπαύετο πολεμῶν, καὶ πολεμιζόμενος καὶ σφάττων, καὶ σφαζόμενος παρὰ τῶν πολιτῶν. Ἐξερχόμενι γὰρ οἱ πολῖται συνεπλέκοντο τοῖς Τούρκοις, καὶ εἰς, ἕνα Ῥωμαῖον τρεῖς ἔπιπτον Τοῦρκοι. Τὸν δὲ βασιλέα οὐκ ἤρεσκε τοῦτο. Εἶχε γὰρ τοὺς Ῥωμαίους ὡς ἐπὶ τὸ πολὺ διὰ τὴν ὀλιγότητα φυλάττων αὐτοὺς ὡς κόρην ὀφθαλμοῦ. Ἔλεγε γὰρ, Τί μοι ὄφελος. εἰ ἀπὸ τοὺς ἑκατὸν στρατιώτας Ῥωμαίους ὀλέσω δέκα; Ἄ τίς τῷ Μωσῇ ζημία, εἰ ἀπὸ τοὺς χιλίους Τούρκονς ὀλέσει ἑκατόν; Πλὴν ἡ θρασύτης τῶν Ῥωμαίων, οὐ διέλιπε τοῦ ἐξέρχεσθαι καὶ συμπλέκειν τοῖς Τούρκοις. Ἔλαβον οὖν ἐν πολέμῳ οἱ Τοῦρκοι ἕνα τῶν ἐνδόξων, τὸν ἐπὶ τῆς τραπέζης Ἰωάννου τοῦ χρηματίσαντος βασιλέως, τοῦ βασιλέως Μανονὲὸ υἱοῦ, ὃν καὶ ἀπέτεμον αὐτοῦ τὴν κεφαλήν. Οἱ ἃ Ῥωμαῖοι μαθόντες τὸ γεγονὸς ἐξεπόρτησαν. Καὶ διὰ πολλοῦ πολέμου καὶ κραυγῆς, ἔφερον τὸ σῶμα αὐτοῦ ἐντὸς τῆς πόλεως· τὴν δὲ κεφαλὴν αὐτοῦ αἱ Τοῦρκοι τῷ Μωσῇ ἐκόμισαν. Τότε Νικόλαος Νοτὰ. ρᾶς πατὴρ τοῦ τεθνηκότος, διερμηνευτὴς ὢν τοῦ βασιλέως κυρίου Μανουήλ, πλούσιος ὤν σφόδρα, ἐξαγοράσας διὰ πολλῶν κεντιναρίων τὴν κεφαλὴν ἔθαψε σὺν τῷ σώματι. Μέγα πένθος ποιήσας Ῥωμαίοις ὁ νέος ἐκεῖνος καὶ τῷ πατρὶ καὶ τῷ ἀδελφῷ Λουκᾷ· ὃς καὶ ἐν ταῖς ἡμέραις ὑστάτου βασιλέως Ιίυάννου τοῦ Παλαιολόγου μεσάζων ἐχρημάτις, καὶ ἐν τῇ παντελεῖ φθορᾷ τῆς πόλεως, καὶ αὐτς σὺν τόῖς τέκνοις ἐκαρατομήθη. Ἀλλ´ ἐπανιτέον Κδο πρὸς τὴν διήγησιν. Ὁ βασιλεὺς γὰρ Μα ουὴλ ὁρῶν τοῦ τυράονυ τὸ ἀπηνὲς, καὶ τὸ πρὸς τὴν τῶν Χριστιανῶν μαχην