Ancient Greek
445
Ducas, Historia Turcobyzantina 445
Unproofread scanNot analysed yet
Ὁ δὲ βασιλεὺς μετὰ παραδρομὴν ἐτῶν τριῶν ἐγγύς που ἠβουλήθη ἐτέραν ἀγαγέσθαι νύμφην τῷ Ἰωάννῃ, καὶ τῷ δευτέρῳ τῷ Θερδώρῳ· καὶ στείλας ν Ἰταλίᾳ, ἠγάγετο θυγατέρα Θεοδώρου μαικεσίου Μόντης τεράρα τῷ υἱῷ αὐτοῦ Ἰωάννῃ· τῷ δὲ Θεοδώρῳ θυγατέρα κόντε Μαλατέστα· καὶ εἰσελθόντων ἐν τῇ πόλει, καὶ στεφανώσας αὐτοὺς ὁ πατὴρ νόμῳ γάμου ταινιοῖ τούτους, καὶ βασιλεῖς Τωμαίων ἀναδείκνυσι· τὴν δὲ θυγατέρα τοῦ Μαλατέστε τῷ Θεοδώρῳ, καὶ δεσπότην Λακειδαιμονίας εὐφήμισεν, ἐνδύσας αὐτὸν τὰ παράσημα. Ὁ δὲ βασιλεὺς Ἰωάννης ἦν μὴ στέργων τὴν σύνοικον· ἡ κόρη γὰρ σῷ μὲν σώματι καὶ μάλα εὐάρμοστος· τράχηλος εὐειδὴς, θρὶξ ὑποξανθίζουσα, καὶ τοὺς πλοκάμους ὡς ῥύακας χρυσαυγίζοντας, μέχρι τῶν ἀστραγάλων καταῤῥεομένους ἔχουσα. Ὤμους πλατεῖς, καὶ βραχίονας, καὶ στέρνα καὶ χεῖρας ἐμμέτρους, καὶ δακτύλους κρυσταλλοειδεῖς, καὶ τὴν πᾶσαν ἡλικίαν τοῦ σώματος ἀνωῤῥεπῆ, καὶ πολὺ εἰς τὸ ὄρθιον ἱστομένη · ὄψις δὲ καὶ χείλη, καὶ ῥινὸς κατάστασις, καὶ ὀφθαλμῶν καὶ ὀφρύων σύνθεσις εὐειδεστάτη παντάπασιν, ὡς ἔπος χυδαλον εἰπεῖν· Ἀπ´ ἐμαρὸς Τσσαρακοστὴ, καὶ ὄπισᾶεν Πάσχα. Τριαύτην οὐν ἰβὼν ὁ βασιλεὺς Ἰωάννης οὐκ ἐμίγη ταύτην, οὐδ τὸ παράπαν σύγκοιτος ταύτης ἐγένετο. Διὸ καὶ μονάζουσα ἦν ἑν ἑνὶ τῶν κοιτώνων τοῦ παλατιου. Ἰδὼν οὔν ὁ βασιλεὺς ἠβουλήθη πέμψαι ἐν Ἰταλίᾳ ἐκ τοῖς τοῦ πατρὸς δόμοις, καὶ διὰ τὴν τοῦ πατρὸς εὐτοῦ τοῦ βασιλέως Μανουὴλ στοργὴν ἐκωλύετο. δὲ βασιλὶς ὁρῶσα τὸ ἀμετάθετον τῆς γνώμης εὐτοῦ, ἠβουλήθη διαδρᾶσαι ἐκ μέσου αὐτῶν· ὃ καὶ πεποίηκε πέμψασα εἰς τοὺς Γενουΐτας τοῦ Γαλατᾶ, καὶ δηλώσασα τὴν αὐτῆς ἀποδῦημίαν. Μᾷ τῶν ἡμερῶν ἔξεισι τῆς πόλεως ἔν τινι τῶν τερπνῶν κήπων εὐθυμίας χάριν σὺν ταῖς γυναικωνίτισι ταῖς ὁμεγλώσσοις, καὶ σὺν ὀλίγοις νέοις, οὖς ἁπὸ τοῦ πατρικοῦ οἴκου ἐξήγαγε. Καὶ πρὸς ἑσπέραν διήρη μίεη ἐτοιμάταντες, καὶ οἱ τοῦ Γαλατᾶ προὔχοντες εἰσιλθόντες, καὶ τῷ αἰγιαλῷ πλησιάσαντος, ἐντίμως αὐτὴν λαβόντες τὴν περαίαν διέβησαν, καὶ πάντες προῦπήντων αὐτὴν, καὶ δουλικῶς προσεκύνουν ὡ, κυρίαν αὐτῶν καὶ δέσποιναν, Οἱ δὲ τῆς πόλεως μηδ´ ὁπωσοῦν ἐννοήσαντες τὸ δρᾶμα ἑσπέρας ἕδη καταλαβούσης· τῇ ἕωθεν οἱ τοῦ παλατίου πάντε· μαθόντες τὸ γεγονὸς ἐδυσχέραινον· καὶ μὴ φέροντες τὴν καταφρόνησιν ἣν ὑπέστησαν παρὰ τῶν τοῦ Ικ λάτου, ἡτοιμάζοντο καταδραμεῖν, καὶ ἀφανίσαι τὴ αὐτῶν προάστεια. Ὡ δὲ βασιλεὺς Μανουήλ ἐκώλυσεν · ὁ δὲ βασιλεὺς Ἰωάννης τὸ γεγονὸς ἀτδέξατο