Ancient Greek
449
Ducas, Historia Turcobyzantina 449
Unproofread scanNot analysed yet
διὰ τὴν ἀγαθότητα, καὶ ἡμερότητα, καὶ τὸ ὑπερβολικὸν τῆς δυνάμεως τοῦ Μαχουμὲτ, καὶ διὰ τὸ πανοῦργον καὶ λῃστρικὸν τοῦ Τοινεήτ. Οἱ τῶν σωκαιῶν οὖν ἔξαρχοι οἱ μὲν διὰ ξηρᾶς, οἱ δε διὰ θελἀσσης · ὁ Καρμιὰν τῆς ἄνω Φρυγίας, ὁ Μανταχίας Καρίας, ὁ Μιτυλήνης διὰ τριήρεων, ὁ Χίου καὶ αὐτοὶ [αὐτὸς] διὰ τριήρεος, ὁ Ῥόδου καὶ ἦν ἐκεῖ ἅπαντες εἰς προσκύνησιν αὐτοῦ καὶ συνδρομὴν ἕνεκα τῆς καταλύσεως τοῦ τυράννου· καὶ τοὺς ἅπαντας ἀσπασίως ὡς ἀδελφοὺς ἠσπάσατο. Ποιήσας οὖν ἡμέρας δέκα πολεμῶν τὴν Σμύρναν, καὶ συμβοηθοῦν τες ὡς δυνατὸν καὶ οἱ τῶν νήσων διὰ θαλάσσης, ἐν τῇ δεκάτῃ ἐξῆλθεν ἡ μήτηρ τοῦ Τζινεὴτ σὺν γυναικὶ καὶ τέκνοις αὐτοῦ, καὶ προτεκύνησαν τῷ Μαχουμὲτ αἰτοῦντες συγχώρησιν τῶν ἐπταισμένων. Παρέδωκαν οὖν τὴν Σμύρναν, καὶ παραλαβὼν αὐτὴν, καὶ εἰς πολλὰ μέρη κατεάξας ἕως γῆς τὰ τείχη ταύτης, καὶ τοὺς προμαχῶνας, καὶ πύργους αὐτῆς καθελών ἐκ μέρους ἀφῆκε τοὺς οἰκήτορας κατοικεῖν ἀπεριφράκτους. Ὁ μέγας δὲ μαγίστωρ ἦν οἰκοδομῶν πύργον ἕνα παμμεγέθη ἐν τῷ στόματι τοῦ λιμένος, ἀναβιβάσας αὐτὸν ὑπὲρ τὸν ἥμισυν, Ὁ δὲ Μαχουμὲτ διὰ τῆς νυκτὸς κελεύσας τοῖς Τούρκοις ἤρειψαν ἀπὸ βάθρων. Πρωΐας δὲ ἰδὼν ὁ μαγί. στωρ τὸ γεγονὸς, καὶ δεινοπαθήσας ἦλθεν εἰς τὸν ἡγεμόνα, καὶ πολλοὺς λόγους εἰπών, καὶ παραστήσας πῶς τὸ φρούριον ἐκτίσθη ἐν ταῖς ἡμέραις τοῦ Ἀτὴν διὰ ἀναλωμάτων τῆς Ῥόδου· καὶ εἰ μὴ δώσει χώραν τοῦ ἀνοικοδομηθῆναι, ἔσονται σκάνδαλα ἀν Κμέσον ἡγεμονίας αὐτοῦ καὶ τοῦ μακαριωτέτει πὰσπα Καὶ ἐλεύσεται δύναμις μεγάλη ἀπὸ τὰ ἑσπέρια μέρη, καὶ ἀφανιεῖ πολλοστὸν μέρος τῆς Κἡγεμονίας αὔτοῦ. Ὁ δὲ Μαχουμὲτ πράως φέων τοὺς λόγους αὐτοῦ εὐήθως ἀπεκρίνατο, Ἡν γὰν ἀκμὴν κρατοῦσα ἡ τῶν Σκυθῶν παιδεία, καὶ τιμω ρία ἐν ταῖς ψυχαῖς τῶν Τούρκων· Ἐγὼ μέν, . κά τερ, ἐβουλόμην εἰναι πᾶσι τοῖς τοῦ κόσμοι Χριστιανοῖς μεγαλόδωρος καὶ φιλότιμρς· καὶ γὰρ τὸ τῆς ἡγεμονίας ἴδιον τοῦτ´ ἐστὶ τὸ ταὺς καλοὺς εὐεργετεῖν. καὶ τοὺς πονηροὺς τῳωρεῦν ἀιλὰ καὶ τὸ τοῦ ὑπηκόου συμφέρον δεν πραγματεύεσθαι · ἐλθὼν γὰρ ἐν τοῖς μέρεσι τούτοι, εὖρον πολλοὺς τῶν Μουσουλμάνων παροτρύνοντάς μου καὶ νοῦν καὶ διάνοιαν. Ἰέγοντας· Εἰ καὶ οὐδὲν χρηστὸν εἰργάσατο ὁ Τεμὸρ ἐν τῇ Ἀσίᾳ, ἀλλὰ τὸ διαφθεῆαι κοὶ ἐρείπιον ἀφεῖναι τὸ πολίχνιον τὸ ἑν Σμύρνῃ, μέγα μνημόσυνον ἀνέθηκε τῇ Ἰωνίᾳ· οἱ γὰρ ἐν τύχῃ δουλείας Ἱωνεῖς δουλείοντες πάντες εἰς ἐκεῖνο καταφειγοντες ἐλευθερίας ἐτύγχανον· καὶ οἱ ἐν τριόδοις διὰ ξηρᾶς καὶ δοὰ πελάγοις ἐν θαλάσσῃ κον. τες διὰ τῶν λῃστρικῶν ἀκατίων πάντες τύλε