Ancient Greek
461
Ducas, Historia Turcobyzantina 461
Unproofread scanNot analysed yet
Α Ἀσίας τε καὶ Θράκης, πᾶσαν φροντίδα στρατοῦ τε καὶ πολέμων, καὶ εἰρηνικῆς καὶ μαχίμου καταστάσεώς τε καὶ συμπλοκῆς διευθύνας ὡς ἕπρεπεν. ἔτι ζῶντος τοῦ Μαχούμετ, καὶ εἰρηνικῶς αὐθετεύοντος. Νοσήσας αὐτὸς προσκαλεῖται τὸν Παγιαζὴτ, καὶ διατίθεται πάντα τὰ κατ´ αὐτὸν διαθήκην συντάξας, καὶ ὑστεραίαν βούλησιν, λέγων ἐν τῷ Θεῷ, καὶ ἐν τῷ προφήτῃ αὐτῶν, καὶ ἐν τῷ ἄρτῳ καὶ ἅλατι τῷ παρ´ αὐτοῦ δοθέντι, καὶ δαπανηθέντι εἰς βρῶσιν αὐτῷ, ἤγουν τῷ Παγιαζήτ, ὡς ἔσται πιστὸς δοῦλος καὶ τοῦ υἱοῦ αὐτοῦ Μωρὰτ, καθὼς καὶ ἐν αὐτῷ ἦν· καὶ παραδώσει τούτῳ τὴν Κἡγεμονίαν τὴν πατρικὴν, καὶ καταστήσει αὐτὸν κύριον τοῦ οἴκου τοῦ πατρὸς αὐτοῦ. Τὰ δὲ ἕτερα δύο τέκνα, ἔτυχε καὶ γὰρ ὁ Μουρὰτ τότε τὴν ἔφηβον ἡλικίαν ἐντρέχων, τὰ δὲ δύο ἄνηβα ὀκταετῆ, καὶ ἑπταετῆ τυγχάνοντα, ταῦτα οὖν ἐν τῇ διατάξει προστάξας, ὡς ἵνα πρὸς τὸν αὐτοκράτορα Μανουὴλ ἐγχειρίσει, καὶ ὁ βασιλεὺς ἔσται τούτων ἐπίτροπος· ταῦτα γὰρ πάντ´ ἔπραττε φοβούμενος μή πως ὁ Μουρὰτ διὰ πνιγμονῆς αὐτὰ, καθὼς ἔθος αὐτῶν ἐστι, φθείρῃ, ὡς καὶ γέγονε· καλῶς οὖν διαταξάμενος, καὶ θαῤῥῶν, ὡς καὶ θανὼν εὑρήσει τα ποάγματα σὺν τοῖς τέκνοις εἰρηναίαν κατάστασιν, ἠστόχησε τοῦ σκοποῦ πόῤῥω βαλών, Καὶ γὰρ ἐνενόει, ὅτι Εἰ τὰ δύο μου τέκνα ἔσονται ἐν ταῖς βασιλικαῖς χερσὶν, ἔσται ὁ Μορὰτ, ἄνευ ζάλης καὶ θοούβου, κύριος πάντων τῶν ὑπηκόων, μὴ ἔχοντες οἱ στασιασταὶ χεῖρας ἄραι. Τὰ δὲ νήπια ἐλευθερωθήσονται φόνου ἀδίκου, ἔχοντα τὸ ἀρκοῦν παρὰ τοῦ ἀρχηγοῦ εἰς παντοίαν ζωήν. Ὁ δὲ βασιλεὺς διὰ τῶν ὁμήρων ὑπενόει τούτων, ὡς ἔξει καθαράν καὶ ἀνόθευτον τὴν φιλίαν μετὰ τοῦ Μορὰτ. ἐκφοβῶν τ´ν κύνα διὰ τῶν ῥοπάλων, ὡς Ἡρακλῆς· καὶ εἴ ποτε τὰ τῆς τύχης ἀποκαμοῦνται νήματα τοῦ Μορὰτ, ἔξει τὸν ἀρχηγὸν ὁ βασιλεὺς συνήθη καὶ ἡμερόχειρον, ὄφιν καλῶς ἐν τοῖς κόλποις αὐτοῦ τραφέντα· καὶ εἰ λαθὼν δάκει, ὡς τὰ τῆς φύσεως ἀμττάστατα, ἀλλὰ κἂν τὸ φάρμακον οὐκ ἀποξενῶσι τοῖς ὀδοῦσι. Ταῦτα ὀνειροπολῶν ὁ βασιλεὺς ἔχαιρεν. Ἡ δὲ τύχη τῶν Ῥωμαίων ὁρῶσα τὸ μέλλον ἔσταινε