Ancient Greek
522
Ducas, Historia Turcobyzantina 522
Unproofread scanNot analysed yet
Ὁ θάνατος οὖν τοῦ Μωρὰτ οὐκ ἦν πολυνοσωδέστατος, οὔτ´ ἀχθηφόρος, ἀλλὰ καὶ παρὰ τοῦ πατρὸς αὐτοῦ ἀτιμωρητότερος, καὶ παθῶν καὶ νόσων ἐλευθερώτερος, οἶμαι Θεοῦ κρίνοντος κατὰ τὴν τοῦ ἀνδρὸς πρὸς τὸ κοινὸν εὔνοιαν, καὶ τὴν συμπαθε. στάτην πρὸς τοὺς πένητας διάθεσιν· οὐ μόνον γὰρ ἐν τοῖς αὐτοῦ κατὰ γένος, καὶ κατ´ ἀσέβειαν, ἀλλὰ καὶ τοῖς Χριστιανοῖς, ἃς ἐνόρκους συνθήκας ἔπραττε, ταύτας εἰς τέλος ἀσινεῖς καὶ ἀθολώτους ἐφύλαττεν. Εἰ γὰρ καὶ παρὰ σπονδὰς τῶν Χριστιανῶν τινες, καὶ παραβάσεις τῶν ὄρκων μεταχειρισθέντες, τὸν ἀλάθητον τοῦ Θεοῦ ὀφθαλμὸν οὐκ ἔλαθον· καὶ τὴν δίκην δικαίως τιμωρηθέντες παρ´ αὐτοῦ τοῦ ἐκδικητοῦ· οὐκ εἰς μακρὰν τὰ τῆς μήνιος ἐξετείνοντο πλέθρα, ἀλλ´ εὐθὺς μετὰ τὴν νίκην οὐ κατεδίωκεν ὁ βάρβαρος. Οὐκ εἰς τέλος τὸν ἀφανισμὸν ἐδίψα τοῦ τυχόντος ἔθνους· ἀλλ´ ἅμα οἱ ἡττηθέντες πρεσβεῦσαι τὰ τῆς εἰρήνης ἐσκέψαντο, καὶ αὐτὸς προθύμως ἐδέχετο, καὶ τοὺς πρέσβεις μετ´ εἰρήνης ἀπέλυε, μισῶν τὰς μάχας, ἀγαπῶν τὴν εἰρήνην· καὶ ὁ Πατὴρ τῆς εἰρήνης ἀντεμέτρησε τὴν τελευτὴν τοῦ βαρβάρου ἐν εἰρήνῃ, καὶ οὐκ ἐν μαχαίρᾳ. Ἡσαν δὲ αἱ τῆς νόσου πᾶσαι ἡμέραι τέσσαρες. Ἐξελθὼν γὰρ ἐκ τοῦ παλατίου σὺν ὀλίγοις νεανίσκοις διέβη τὴν νῆσον, ἡν οἱ ποταμοὶ διαῤῥαγέντες πλησίον τῆς πόλεως, αὐτὴν εἰς εὐρυχωρίαν κατέστησαν, καὶ λιπαρᾶς οὔσης τῆς γῆς βοσκήματα, καὶ τροφαὶ τῶν ἀλόγων ζώων χλοεραὶ φύονται. Ἀγελάζονται γὰρ ἐν αὐτῇ φορβάδες, καὶ ἡμίονοι, καὶ τῶν ἵππων οἱ ἀγέρωχοι τοῦ ἡγεμόνος, οἰκοδομάς τε διαφορωτάτας εἰς θάλψιν τε καὶ τέρψιν κατὰ καιροὺς, καὶ πᾶν ἄλλο χρήσιμον εἰς ἀπόλαυσιν. Ἐβούλετο δὲ διατρίψαι ἡμέρας ἱκανὰς ἐκεῖ ἰδιάζων σὺν ὀλίγοις οἰκειοτάτοις πρὸς ἀναψυχὴν καὶ ἀνακωχὴν τῶν φροντίδων, καὶ κόπων τοῦ παρελθόντος γάμου. Διαβὰς οὖν, καὶ ποιήσας ἡμέραν μίαν, καὶ τρυφήσας οὐχ ὡς σύνηθες, τῇ ἐπιούσῃ ἐκέλευσεν ἄγεσθαι εἰς τό παλάτιον, εἰπὼν ὡς κεφαλὴν, καὶ τὸ λοιπὸν σῶμα καταβαρὲς καὶ ναρκῶδες περίεστι. Κατακλιθεὶς οὖν, καὶ τρεῖς ἡμέρας νοσήσας ἐπιλειψήσας ἀπέθανεν δευτέρᾳ τοῦ τεβρουαρίου μηνὸς τοῦ σονηʹ ἔτους. Λέγεται