Ancient Greek
548
Ducas, Historia Turcobyzantina 548
Unproofread scanNot analysed yet
τοὺς ῥύακας, τὴν ξηρὰν διήρχοντο, ἕως οὗ καταντήσαντες ἐν τῇ ὑγρᾷ, ταύτας ἀνήγαγον ὀγδοήκοντα τὸν ἀριθμὸν, αἱ διήρεις ὑπάρχουσαι, τὰς δὲ λοιπάς εἴασεν ἐκεῖ. Τίς εἰδε τοιοῦτον; ἢ τίς ἤκουσεν; Ὁ Σέρξης τὴν θάλασσαν ἐγεφύρωσε, καὶ ὡς ξηρὰν ὁτοσοῦτος στρατὸς ἐπάνω ταύτης διῆλθεν. Οὗτος δὲ ὁ νέος Μακεδὼν, καὶ, ὡς ἐμοὶ δοκεῖ, τῶν γενεῶν αὐτοῦ τύραννος ὕστατος, τὴν γῆν ἐθαλάσσωσε, καὶ ὡς κατὰ κυμάτων, τὰ πλοῖα κατὰ τῶν κορυφῶν τῶν ὀρέων ἀπέζευξεν. Ἀλλ´ ὑπὲρ τὸν ἄέρξην οὖτος· καὶ γὰρ ἐκεῖνος διαβὰς τὸν Ἑλλήσποντον, παρὰ τῶν Ἀθηναίων αἰσχύνην ἐνδυθεὶς ὑπέστρεψεν. Οὖτος δὲ τὴν ξηρὰν ὡς ὑγρὰν διαβὰς, τοὺς Ῥωμαίους ἠφάνισε, καὶ τὰς χρυσᾶς ὄντως Ἀθήνας, τὰς κοσμούσας τὸν κόσμον, τὴν βασιλίδα τῶν πόλεων εἶλε. Ταῦτα μὲν διὰ θαλάσσης· διὰ δὲ ξηρᾶς, τὴν χωνείαν ἐκείνην τὴν παμμεγέθη φέρων ἀντικρὺ τοῦ τείχους, ἔστησεν ἐν τῇ πύλῃ τοῦ ἁγίου Ῥωμανοῦ πλησίον. Καὶ λαβών σημεῖον ὁ τεχνίτης. εἶχε γὰρ ἐκ πλαγίου φολέας δύο κατεσκευασμένας, χωρούσας πέτρας ὡς λιτρῶν αὐτοφυῶς τεχνασμένας, Καὶ ὅτε ἠβούλετο ἀπολύειν τὴν μεγάλην ἐσημειοῦτο τὸν τόπον, πρῶτον πέμπων τὴν μικράν· καὶ τότε στοχαστικῶς ἐσφενδόνει τὴν μεγίστην. Καὶ κρούσας τὴν πρώτην βολὴν, καὶ ἀκούσαντες τοῦ κτύπου οἱ τῆς πόλεως, ἐννεοὶ γεγόνασι, καὶ τὸ, Κύριε, ἐλέησον, ἔκραζον. Ἥν δὲ τότε, κατὰ τὸ ἔθος, εὑρεθεῖσα ἡ εἰκών τῆς πανυπεράγνου Θεοτόκου τῇ ἑβδομάδι τῆς Διακαινησίμου ἐν τῷ παλατίῳ· καὶ ἔκτοτε συχνάκις ἐλιτάνευον ἐν τῇ μονῇ τῆς χώτας, καὶ ἡ εἰκών ἐκεῖ ἵστατο μέχρις ἀλώσεως.