Ancient Greek
558
Ducas, Historia Turcobyzantina 558
Unproofread scanNot analysed yet
καὶ γενίτζαροι κέκληνται, οἱ μὲν ἐν τῷ παλατίῳ κατέδραμον, οἱ δὲ πρὸς τὴν μεγάλοψ Προδρόμου μονὴν, τὴν ἐπικεκλημένην Πέτραν, καὶ ἐν τῇ μονῇ πῆς χώρας, ἐν ᾗ καὶ ἡ εἰκὼν τῆς πανάγνου μου Θεομήτορος ἦν εὐρισκομένη τότε ἐκεῖ. Ὦ γλῶσσα, καὶ χείλη, ἡ μέλλουσα φθέχξασθαι τὰ τῇ εἰκόνι συμβάντα διὰ τὰς ἁμαρτίας σου! Ἀγωνιζόμενοι οἱ ἀποστάται τρῦ καταδραμεῖν καὶ ἄλλοθι, πέλεκυν ὁ εἶς τῶν ἀσεβῶν ἐκτείνας, ὑπουργούντων τῶν μιαρῶν χειρῶν αὐτοῦ, εἰς τέσσαρα διεῖλε, καὶ σὺν τῷ τυχῥντι κόσμῳ, ἕκαστος τὸ ἴδιον μερίδιον ἔλαβε, ,κλῆρον βάλλοντες, καὶ τὰ τῆς μονῆς τίμια σκεύη ἁρπάσαντες ᾤχοντο. Καὶ εἰς τὸν τοῦ πρωτοστράτορος οἰκον ἐμβάντες, θησαυροὺς ἤνοιξαν τρὺς πρόπαλαι θησαυρισθέντας ἐξ ἡμερῶν παλαιῶν, ἐξυπνίζοντες τὰς εὐγενίδας ἐκ τῆς κοίτης· ἦν γὰρ ὁ Πάϊος φέρων εἴκοσι ἐννέα, καὶ ὁ πρωϊνὸς ὕπνος ἡδὺς ἦν ἐν ὀφθαλμοῖς τῶν νέων καὶ νεανίδων. Ὡς χθὲς Τὰρ καὶ πρότριτα θαῤῥουντες ἀμερίμνως ἐκοιτάζοντο. Τότε στῖφος πολὺ τῶν ἀσεβῶν ᾤχετο τὸν δρόμον, τὸν ἀπάγοντα ἐν τῇ Μεγάλῃ ἐκκλησίᾳ, καὶ ἦν ἰδεῖν ἐξ ἑκατέρων τῶν μερῶν τι τέχνασμα. Πρωθας γὰρ οὕσης, ἔτι λυκοφεγγούσης τῆς ἡμέρας, τινές τῶν Ῥωμαίων ἐν τῇ εἰσβολῇ τῶν Τούρκων καὶ τῇ φυγῇ τῶν πρλιτῶν ἔφθασαν φεύγοντες τοῦ καταλαβεῖν τὰς οἰκίας, καὶ προμηθεύσασθαι τὰ τέκνα καὶ τὴν γυναῖκα. Διαβαίνοντες οὖν τοῖς μέρεφι τοῦ Ταύρου καὶ περαιοῦντες τὸν κίονα τοῦ Σταυροῦ Δἱματοφυρτοι ὄντες ἡρμτωντο παρα τῶν γυναικῶν, τί ἄρα τὸ ἀποβάν. Ὡς οὖν ἥκουσαν τὴν ἀπευκταίαν ἐκείνην φωνὴν, Ἐντὸς τοῦ τείχους τῆς πόλεως πολέμιοι κατασφάττοντες τὸὺς Ῥωμαίους· τὸ μὲν πρωτον οὐκ ἐπίστευσαν, ἀλλὰ μᾶλλον καὶ ὑβρίσαντες, καὶ ἐξουθενίσαντες, ὡς ἀπαίσιον μηνυτήν· ὄπισθεν δὲ τούτου ἕτερον, καὶ μετ´ αὐτὸν ἄλλον, ὅλους αἱματοφύρτους, ἔγνωσαν, ὅτι ἤγγικεν ἐν χείλεσι τὸ ποτήριον τῆς ὁργῆς Κυρίου. Πᾶσαι οὖν γυναῖκες, καὶ ἄνδρες, μοναχοὶ, μονάζουσαι ἐν τῇ ΜΙεγάλῃ ἐκκλησίᾳ ἔθεον, βαστάζοντες ἐν ταῖς ὠλέναις τὰ νήπια αὐτῶν, ἄνδρες τε καὶ γυναῖκες, ἀφέντες τοὺς οἴκους αὐτῶν τῷ βουλομένῳ χωρεῖν. Καὶ ἣν ἰδεῖν ἀγυιὰν ἐκείνην πεπυκνωμένην πλήρη ἀνθρώπων. Τὸ δὲ προσφεύγειν ἐν τῇ Μεγάλῃ ἐκκλησίᾳ τοὺς πάντας, τί; ἦσαν πρὸ πολλῶν χρόνων ἀκούοντες παρά