Ancient Greek
565
Ducas, Historia Turcobyzantina 565
Unproofread scanNot analysed yet
θησαν. Τότε εἶς τῶν αἰχμαλώτων τῶν Ῥωμαίων, ναταπραγματευσάμενος τὴν αὐτοῦ ἐλευθερίαν, εἴρηκε τῷ ναυάρχῳ· Εἰ ἐλευθερώσεις με σήμερον ἔχω σοι δοῦναι τὸν Ὁρχὸν καὶ τὸν μεγαδοῦκα ἁμοῦ. Τότε ἀκούσας ὁ ναύαρχος, ὤμοσε τοῦ ἐλευθερῶσαι αὐτόν. Καὶ τότε δείξας τὸν μελαμφόσεν Ὁρχάνην, καὶ μαθὼν ὅτι κατ´ ἀλήθειαν ἐκεῖνός ἐστιν, ἀπέτεμε τὴν κεφαλὴν αὐτοῦ. Τὸν δὲ μεγεδοῦκα ζῶντα, καὶ τὴν κεφαλὴν τοῦ Ὁρχὰν λαβὼν εἰς τὸν ἡγεμόνα ἀπήγαγεν ἐν τῷ Κοσμηδίῳ. Ἐκεῖνος δὲ τῷ ναυάρχῳ εὐεργετήσας, καὶ πλεῖστα δοὺς ἀπέλυσεν. Τὸν δὲ μεγαδοῦκα ἐκέλευσε καθίσαι, καὶ παρηγορήσας αὐτὸν, ὥρισε διαλαληθῆναι ἐν τῷ φοσσάτῳ καὶ ἐν τοῖς πλοίοις διὰ τῶν παίδων καὶ τῆς γυναικὸς αὐτοῦ, καὶ παρευθὺς συνήχθησαν. Τότε ὁ ἡγεμὼν δοὺς ἀνὰ χιλίων ἄσπρων κατὰ κεφαλὴ ἀπέλυσε πάντας ἐν τῷ οἴκῳ αὐτοῦ, καὶ αὐτὸν μεγαδοῦκα θαῤῥύνας αὐτὸν, καὶ παρηγορήσας τὰ πὸεἶοτα εἰπὼν αὐτῷ ὅτι Τὴν πόλιν ταύτην σσι μέλλω παρακαταθέσθαι, τοῦ ἔχειν τὴν ἄκασαν αὐ τῆς φροντίδα, καὶ παιήσω σε εἰς κρειττοτέραν δόξαν παρ´ ὑν εἶχες ἐν τῷ καιρῷ τοῦ βασιλέως, καὶ μὴ ἀθύμει. Εὐχαριστήσας οὐν, καὶ ἀσπασάμενος τὴν αὐτοῦ χεῖρα ἀπῆλθεν εἰς τὸν οἶκον αὐτοῦ. Μαθὼν δὲ παρ´ αὐτοῦ τὰ ὀνόματα τῶν εὐγενῶν, τῶν ἐν τῷ παλατίῳ διαπρεψάντων ὀφφικιαλίων, πάντων τὰ ὀνόματα κατέγραψε, Καὶ ἐν τοῖς πλοίοι ς, καὶ ἐν ταῖς σκηναῖς, συναθροίσας οὖν πάντας, ἐξηγόρασενἀνὰ χιλίων ἄσπρων δοὺς τοῖς Τούρκοις. Πρωΐας δὲ γενομένης, παρελθούσης ἐκείνης τῆς πρώτης καὶ ζοφερᾶς ἡμέρας, ἐν ᾗ ἐγένετο ἡ παιωλεθρία τοῦ γένους ἡμῶν, εἰσελθὼν ἐν τῇ όλει ὁ τύραννος, καὶ εἰς τοὺς οἵκους τοῦ μεγάλος δουκὸς ἐλθών· ἐξελθὼν δὲ εἰς συνάντησιν αὐτοῦ, καὶ προσκυνήσας αὐτὸν εἰσῆλθεν ἐντός. Ἦν δέ ἡ γυνὴ αὐτοῦ ἀσθενοῦσα κλινήρης. Τότε ὁ προβατόσχημος λύκος ἐγγίσας τῇ κλίνῃ, ἔφη προσαγορεύσας αὐτῇ· Ναῆρε, ὥ μῆτερ, μὴ λυποῦ ἐπὶ τοῖς συμβεβηκὸαι. Τὸ θέλημα τοῦ Κυρίου γενέσθω. Ἔχω ἔτι πλείονα παρ´ ὧν ἀπώλεκας τοῦ δοῦναί σοι· μό- «φι ὑγίανε. Ἐλθόντες δὲ οἱ παῖδες αὐτοῦ προσεκύνησαν αὐτῷ, καὶ εὐχαριστήσαντες αὐτὸν ἐξῆλθε, περιοδεύων τὴν πόλιν. Ἔν γὰρ ἡ πᾶσα ἄοικο- οἷ-ε ἄνθρωπος, οὔτε κτῆνος, οὔτ´ ὄρνεον κραυγάζων, ἢ λαλῶν ἐντός· μόνον τινὲς τῶν μὴ δυνηθέντων σκυλεῦσαί τι, διὰ τὸ ἀνίσχυρον αὐτῶν· διότι καὶ πο· τοὶ ὑπ´ ἀλλήλων ἐφονεύθησαν, ἕλκων ὁ εἶς ἐξ ἐτέρου ὰ λάφυρα· καὶ ὁ δυνηθεὶς ἥρπαζεν, ὁ δὲ μὴ δυνάμενος ἀντιστῆναι, καιρίαν λαμβάνων πληγὴν, ἔκειτο. ,Τῇ δὲ δευτέρᾳ ἡμέρᾳ, τριακοστὴν ἄγων ὁ Μάϊος, εἰσῆλθον. καὶ τὰ»Ω γον. Τότε ὁ τύραννος διελθὼν τὸ πλεῖστον τῆς πόλεως, καὶ πρὸς τοῖς τοῦ παλατίου μέρεσι συμπόσισν ποιήσας εὐφραίνετο· καὶ δὴ καταβαπτισθεὶς ὑπὸ