Ancient Greek
574
Ducas, Historia Turcobyzantina 574
Unproofread scanNot analysed yet
τοῦτο ὁ λέξων ἔρρωσο μαι. Ἔσαθον παρά τινων γερόντων τιμίων ἀνδρῶν μαι νέος ὢν, ὅτι τὸ τέλος τῆς τυραννίδος τῶν Ὁθμάνων ἔσται ὁμοῦ φθάσας αὐτῷ τῷ τέλει τῆς βασιλείας Παλαιολόγων. Ὁμοῦ γὰρ ἤρξαντο ὁ Ὁθμὰν ἐν τυραννίδι, καὶ Μιχαὴλ ὁ Παλαιολόγος ἐν βασιλείᾳ, πρὸ ὀλίγου μὲν ὁ Μιχαὴλ, μετ´´ ὀλίγον δὲ ὁ Ὁθμὰν ἐν ταῖς ἡμέραις τοῦ υἱοῦ αὐτοῦ Ἀνδρονίκου τοῦ Παλαιολόγου. Ἡν δὲ καὶ ἐν ταῖς ἡμέραις τοῦ Μιχαὴλ τυραννῶν ὁ Ὡθμάν, πλὴν λῃστρικῶς. Κατὰ τοῦτο ἐπρόκειτο καὶ τὸ τῶν βασιλέων, καὶ τῆς πόλεως πέρας προλαβὼν γενέσθαι · εἶτα τὸ τῶν Ὁθμάνων. Ἔτυχε γὰρ ἀ Μιχαὴλ οἰωνοσκοπήσας τότε, εἰ τὴν βασιλείαν κληρονομήσει ῥ υἱὸς αὐτοῦ τελευτήσας αὐτός. Πλέγχετο γὰρ σὸ τοῦ συνειδότος, ἀδίκως τὴν βασιλείαν δραξάμενος, τυφλώσας τὸν κληρονόμον, καὶ μυρίους ἀφορισμοὺς κατὰ κεφαλῆς δεξάμενος, καὶ κατὰ τῆς τοῦ γένους σειρᾶς. Τὸ μαντεῖον οὖν φωνὴν