Ancient Greek
577
Ducas, Historia Turcobyzantina 577
Unproofread scanNot analysed yet
εἰ μέν βούλεται τοῦ εἶναι αι φίλος, καὶ κατ´ ἔτος ἐκ τῶν ἐμῶν ἀναλωμάτων πρέσβεις στέλλων προσαγορεύω εἰς γείτονα, καὶ ἡγεμόνα μέαν, Ἀρὐ καλόν· εἰ δ´ οὓ, ποιησάτω ὃ δύναται. Ἀπέλυσεν οὖν τὸν δοῦλον σὺν τούτοις σκωπτικοῖς ῥέμασι. Ἀκούσας δὲ ὁ τύραννος τοὺς λόγους τούτους, καὶ θυμοῦ πλήρης, μεστὸς γεγονὼς, ἐκήρυξε μάχην καρτερὰν, καὶ τῷ βουλομένῳ ἐχαρίσατο τοῦ ἀπελ θεῖν καὶ αἰχμαλωτίσαι, καὶ φθεῖραι ὅσον δύναιτο, Τότε οἱ τῆς ἐπαρχίας τῆς Καρίας οἰκοῦντες Τοῦρκοι ἐμβάντες ἐν διήρεσι, καὶ ἄλλοις ἀκατίοις ἕως τριάκοντα τὸν ἀριθμὸν, καὶ τὴν περαίαν διαβάντες, καὶ εἰς ἓν μέρος τῆς νήσου λῃστρικῶς ἐπιβάντες ἐχμαλώτευσαν ψυχὰς μʹ καὶ ἐν νήσῳ τῇ Κῷ ὀμοίως Ἔαρος δὲ ἐπελθόντος, στόλον ἀπαρτίζει μέγαν, τριήρεις κε, διήρεις νʹ. καὶ μονήρεις ἑκατὸν, καὶ πλέον· ὡς εἶναι τὰς πάσας ἀριθμουμένας μέχρι τῶν ρπʹ. Καὶ τῷ Ἰουνίῳ μηνὶ ἐξελθόντες ἀπὸ τῆς Καλλιούπόλεως, ἥλθασιν ἐν Μιτυλήνῃ ἔχοντες Ἀμηραλῆν Χαμζᾶν πιγκέρνην τοῦ πατρὸς αὐτοῦ, ὃν αὐτὸς ἔπαρχον πάσης Χεῤῥονήσου κατέστησε, καὶ καπιτάνεον στόλου. Ὁ δὲ ἡγεμὼν καλῶς αὐτὸν δεξω ἐμενος, ἔπεμψε γάρ με εἰς αὐτὸν τοῦ ποιῆσαι τὸ πρέποντα. Καὶ γὰρ οὐκ ἔνευσεν ἐν τῷ λιμένι, ἀλλὰ πρύμναν κρούσας τὴν περαίαν κατέλαβεν, ἵνα μὴ σύγχυσις ἐν τῇ πόλει γένηται, ἦν γὰρ κἀκεῖ λιμὴν εἰς ὑποδοχὴν τοιούτου στόλου. Ὁ γὰρ ῥηθεὶς Χαμζᾶς ὑπῆρχεν εὐσυνείδητος ἄνθρωπος. Ὁ δὲ ἡ-νεοὼν ατείλας ἐμὲ σὺν δώροις, καὶ ἱκανοῖς ἄλλοις τοῖς κατ´ ἔθος διδομένοις, ἐδεξιωσάμην τὸν ἄνδρα, καὶ ὡς ἀδελφὸν τοῦ ἡγεμόνος πεποίηκα· ἧσαν γὰρ τὰ σταλθένταἱματισμοὶ σηρικοὶ, καὶ ἐξ ἐρίων ὑφαντοὶ ὀκτώ, χάραγμα ἀργυροῦν χιλιάδες ϛʹ, βόες κʹ, πρόβατα νʹ, οἶνος ὑπὲρ τὰ ὀκτακόσια μέτρα, ἄρτοι πεφυρμένοι μοδίων βʹ, ἄρτοι μαλακοὶ μοδίου ἐνὸς, τυροὶ ὑπὲρ τὰς χιλίας λίτρας ὀπῶραι ὑπὲρ μέτρον· ὁμοίως καὶ τοὺς συγκαθέδρους αὐτοῦ, κατὰ τὸ ἀνάλογον. ποιήσας γοῦν ἡμέρας δύο εἰς τὸ Ἀγιασμάτην, οὕτως γὰρ καλεῖται τὸ τοῦ τόπου ὄνομα, καὶ τὰ ἱστία πτερώσας κάτεισιν ἐν Χίῳ. Κἀκεῖ οὕτω ποιήσας καὶ τὴν ἀντιπέραν διαβὰς, καὶ σταθεὶς, οὐκ ἐνεδείξαντο οἱ Χῖοι τὴν φιλοτιμίαν, ἢν ὁ τῆς Λέσβου ἄρχων έποίησεν εἰς αὐτούς. Ἡσαν γὰρ οἱ Χῖοι πρὸ καιροῦ ὀλίγου παραβλεπόμενοι παρὰ τοῦ τυράννου ἕνεκα ὑποθέσεώς τινος νομισμάτων χιλιάδων τεσσαράκοντα, ἣν ἐνεκκλήτευσε θραντζῆσκος Δραπέριος εἷς τῶν ἀρχόντων τοῦ Γαλατᾶ ἕνεκα τιμῆς στυπτηρίας, ὃς Φραντζῆσκος ἦν τῷ στόλῳ· καὶ τῷ Χαμζᾷ ὁ τύραννος ἐκέλευσεν, ὡς εἰ μὴ δοθῇ τὸ χρέος αὐτὸ τῷ Φραντΐσκῳ, καὶ τὴν Χίον αὐτὴν προσκρούσει, καὶ ἀφανίσει ὅσον ἡ δύναμις. Τῇ ἐπαύριον δὲ ἐγερθεὶς ὁ στόλος ἐκ τῆς περαίας ἦλθε, καὶ τὰς ἀγκύρας χαλάσας ἔστη ἐγγὺς τοῦ ναοῦ τοῦ μάρτυρος Ἰσιδώρου. καὶ οἱ Χῖοι στείλαντές τινας προσηγόρευσαν αὐτῳ, καὶ αὐτὸς τοὺς ὁρισμοὺς τοῦ τυράννου δοὺς αὐτοῖς, καὶ ἀναγνώσαντες ἀπεκρίθησαν, ὅτι Νρος ἡμεῖς