Ancient Greek
587
Ducas, Historia Turcobyzantina 587
Unproofread scanNot analysed yet
τοῦ κτίσαι. καὶ ὁ Παγιαξ ἦν ὁ τοῦ τυράννου πάππος ἐκώλυσεν αὐτόν. Τοῦ δὲ ἔαρος ἤδη ἐλθόντος, και εἰς ἓν τὰς δυνάμεις ἀθροίσαντος ἐπὶ τὴν Πελοπόννησον ὥρμησε, καὶ πρῶτον Κόρινθον ἔσχεν ἄνευ πολέμου. Μαθόντες οὖν οἱ δεσπόται τὸ γενουλὃ μὲν Θωμᾶς πρὸς Ἰταλίαν ἐχώρησε σὺν γυναικὶ καὶ τέκνοις· ὁ δὲ Δημήτριος παρεδόθη ἐκὼν. καὶ προσεκύνησε τῷ τυράννῳ. Παραλαβών οὖν τᾶσον Πελοπόννησον, καὶ ἐγκαταστήσας ἀρχηγοὺς καὶ ἡγεμόνας, αὐτὸς εἰς τὴν Ἀδριανοῦ ὥρμησε. φέρων μετ´ αὐτοῦ πανοικὶ τὸν Δημήτριον, ἄγων σὺν αὐτῶ καὶ τοὺς τοῦ παλατίου, καὶ τοὺς λογάδας, καὶ εὐτυχεῖς πάσης Ἀχαΐας, Λακεδαιμονίας καὶ τῶν λοιπῶν ἐπαρχιῶν. Τοὺς δὲ τῶν Ἀλβανῶν προῦγοντας πάντας κατέσφαξε, οὐκ ἄλλο τῶν πολιχνίων ἐάσας πλὴν Μονεμβασίαν, καὶ τοῦτο ἄκων, καὶ μὴ βουλόμενος. Τὴν δὲ διὰ θαλάσσης τῶν τριήρεων πρὸς ἐχθροὺς εἰσβολὴν, ἐν Αἰγαίῳ πελάγει διὰ τῶν Κυκλάδων νῆτο σων ἔστειλε τὸν ἀριθμὸν ὡς ρπ´ διήρεις καὶ τριήρεις μηδὲν ὠφεληθέντες, μετοικίσας ἐκ τῆς Πελιποννήσου φαμελίας δισχιλίας δήπου, καὶ παῖδας ἰσαρίθμους. Τοὺς μὲν παῖδας εἰς νεόλεκτον στρατὸν κατεγράψατο, τὰς δὲ οἰκίας ἐν τῷ τῆς πόλεως μέρει κατέθετο. Αὐτὸς οὖν τὸν χειμῶνα α ἐν Ἀδριανουπόλει καὶ Κωνσταντινουπόλει διῆγε πήξας ναῦν ὑπερμεγέθη. Καὶ δομήσος θέατρον ἐν τῆ πόλει, ὃ καὶ βεστιοπρατήριον λέγεται, καὶ Περσιστὶ Πεζεστάνιον ὀνομάζεται. Ἐν δὲ τῷ ϛὴξρʹ ἔτει ἐποίησε. στόλον τριήρεων καὶ διήρεων μέχρι που τὰ σʹ. καὶ νῆας ἴ. Αὐτὸς δὲ τῷ ἔαρι τὸν πορθμὸν διαβὰς ἦνιν εἰσΠροῦσαν τῆς Βιθυνίας, μὴ ἐπισταμένου τινὸς, μηδὲ νοήσαντος τὴν βουλήν· εἴπω καί τι παράδοξον. Ὁ νουοδιόάσκαλος αὐτοῦ, ὃς καὶ κοίτας κρτῶν ὑπῆρχε τῷ τότε καιρῷ, θαῤῥήσας ὡς πρὸς τὴν πλησιότητα ἣν ἐκέκτητο πρὸς τὸν ἡγεμόνα, καὶ ὁ ἡγεμών πάλιν ὥς πρὸς τὴν εὐλάβειαν ἡν ἐδείκνυε πρὸς τὸν διδάσκαλον, τολμήσας λέγει τῷ ἡγεμόνι ἔτι Κντων αὐτῶν καταμόνας· Κύριε, τὴν παράταξιν ταύτὴν τὴν διὰ ξηρᾶς καὶ διὰ θαλάσσης ἑτοιμασθεῖσαν ποῦ κελεύεις φέρεσθαι; Ὁ δὲ ὀργίλως πως ἐμβλέψας εἰς αὐτὸν ἔφης ἴσθι, ὖ οὖτος, εἰ ἤδειν ὅτι ἐκ τῶν τοῦ πώγωνός μου τριχῶν θρὶξ μία ἀπελάβετό μου τοῦ μυστηρίου, ἀποσπάσας ἂι αὐτὴν πυρὶ παρέδωκα. Τοσοῦτον κρυψίνους ὁ ἀνὴρ καὶ ὀργίλος. Φοβηθέντες πάντες οἱ οἰκοῦντες ἔν τε τῷ Λυκοστομίῳ Βλάχοι· ἀλλὰ δὴ καὶ Καφᾶς, Τραπεζοῦς, καὶ οἱ Σινωπεῖς, αἵ τε νῆσοι τοῦ ἰγαίου πελάγους, Ῥόδος καὶ τὰ πέρ ξ αὐτῆς νησίδια Χίος καὶ Λέσβος, εἰ καὶ τελοῦντες ἦσαν, ἀλλὰ τὴν ἀκαταστασίαν αὐτοῦ γινώσκοντες ἐτρόμαξαν.