Ancient Greek · ~2 min
Dfhg-Source dfhg2_DURIS_SAMIUS
DURIS SAMIUS, Fragmenta 1
Not analysed yet
Δοῦρις μὲν οὖν ὁ Σάμιος ἐν τῇ πρώτῃ τῶν αὑτοῦ Ἱστοριῶν οὕτω φησίν· «Ἔφορος δὲ καὶ Θεόπομπος τῶν γενομένων (προγενομένων Casaub.) πλεῖστον ἀπελείφθησαν· οὔτε γὰρ μιμήσεως μετέλαβον οὐδεμιᾶς οὔτε ἡδονῆς ἐν τῷ φράσαι, αὐτοῦ δὲ τοῦ γράφειν μόνον ἐπεμελήθησαν.» Καίτοι Δοῦρις καὶ τῆς ἐν αὐτοῖς τούτοις θἰκονομίας, οἷς αἰτιᾶται, πολλὰ τῶν ἀνδρῶν λειπόμενος. Ἀλλ ̓ εἰ μὲν πρὸς τὸν ὑπερήφανον ἐκεῖνον Θεοπόμπου λόγον, ὃς τοὺς ἀρχαιοτέρους οὐδὲ τῶν δευτερείων ἠξίου, τοῦτο ἀπέρριψεν, οὐκ ἔχω λέγειν· πλὴν ὅτι οὐδέτερος αὐτῶν προσηκόντως ἐπελάβετο, καὶ μάλιστα διισχυρισαίμην.