Ancient Greek
Dfhg-Source dfhg2_DURIS_SAMIUS
DURIS SAMIUS, Fragmenta 12
Not analysed yet
Δοῦρις δ ̓ ἐν ἑβδόμῳ Μακεδονικῶν, περὶ Πασικύπρου λέγων τοῦ ἐν Κύπρῳ βασιλέως, ὅτι ἄσωτος ἦν, γράφει καὶ τάδε· «Ἀλέξανδρος μετὰ τὴν Τύρου πολιορκίαν Πνυταγόραν ἀποστέλλων ἄλλας τε δωρεὰς ἔδωκε καὶ χωρίον, ὃ ᾐτήσατο. Πρότερον δὲ τοῦτο Πασίκυπρος ὁ βασιλεύων ἀπέδοτο δι ̓ ἀσωτίαν πεντήκοντα ταλάντων Πυμάτῳ τῷ Κιτιεῖ, ἅμα τὸ χωρίον καὶ τὴν αὑτοῦ βασιλείαν· καὶ λαβὼν τὰ χρήματα, κατεγήρασεν ἐν Ἀμαθοῦντι.»