Ancient Greek · ~3 min
23 to 26
DURIS SAMIUS, Fragmenta 23-26
Not analysed yet
Ὁ γοῦν Δοῦρις εἴρηκεν, ὡς μέγας γενόμενος (Ἀλέξανδρος) καὶ Δαρείου κρατήσας ἀφεῖλε τῶν ἐπιστολῶν τὸ Χαίρειν, πλὴν ἐν ὅσαις ἔγραφε Φωκίωνι, τοῦτον δὲ μόνον, ὥσπερ Ἀντίπατρον, μετὰ τοῦ Χαίρειν προσηγόρευε. Τοῦτο δὲ καὶ Χάρης ἱστόρηκε (fr. 46). Δοῦρις δ ̓ ὁ Σάμιος καὶ πρῶτον γενέσθαι πόλεμόν φησι δύο γυναικῶν, Ὀλυμπιάδος καὶ Εὐρυδίκης· ἐν ᾧ τὴν μὲν βακχικώτερον μετὰ καὶ Εὐρυδίκης· ἐν ᾧ τὴν μὲν βακχικώτερον μετὰ τυμπάνων προελθεῖν, τὴν δ ̓ Εὐρυδίκην Μακεδονικῶς καθωπλισμένην, ἀσκηθεῖσαν τὰ πολεμικὰ παρὰ Κυννάνῃ τῇ Ἰλλυρίδι. Δοῦρις δὲ τὰς Ῥάγας (Ῥαγάδας vgo) τὰς κατὰ Μηδίαν ὠνομάσθαι φησὶν ὑπὸ σεισμῶν ῥαγείσης τῆς περὶ τὰς Κασπίας πύλας γῆς, ὥστε ἀνατραπῆναι πόλεις συχνὰς καὶ κώμας καὶ ποταμοὺς ποικίλας μεταβολὰς δέξεσθαι. Δοῦρις δὲ ἐν πέμπτῳ καὶ δεκάτῳ τῶν Μακεδονικῶν, Ἀρκάδα φησὶν, ἀφ ̓ οὗ ἡ Ἀρκαδία καλεῖται, Ὀρχομενοῦ υἱόν· διὸ καὶ πόλιν τῆς Ἀρκαδίας Ὀρχομενόν.