Ancient Greek · ~2 min
Dfhg-Source dfhg2_DURIS_SAMIUS
DURIS SAMIUS, Fragmenta 63
Not analysed yet
βασιλεύοντος δ ̓ Ἄγιδος ἧκεν Ἀλκιβιάδης ἐκ Σικελίας φυγὰς εἰς Λακεδαίμονα· καὶ χρόνον οὔπω πολὺν ἐν τῇ πόλει διάγων αἰτίαν ἔσχε τῇ γυναικὶ τοῦ βασιλέως Τιμαίᾳ συνεῖναι. Καὶ τὸ γεννηθὲν ἐξ αὐτῆς παιδάριον οὐκ ἔφη γινώσκειν ὁ Ἆγις, ἀλλ ̓ ἐξ Ἀλκιβιάδου γεγονέναι. Τοῦτο δὲ οὐ πάνυ δυσκόλως τὴν Τιμαίαν ἐνεγκεῖν φησὶ Δοῦρις, ἀλλὰ καὶ ψιθυρίζουσαν οἴκοι πρὸς τὰς εἱλωτίδας Ἀλκιβιάδην τὸ παιδίον, οὐ Λεωτυχίδην, καλεῖν. Καὶ μέντοι καὶ τὸν Ἀλκιβιάδην αὐτὸν οὐ πρὸς ὕβριν φάναι τῇ Τιμαίᾳ πλησιάζειν, ἀλλὰ φιλοτιμούμενον βασιλεύεσθαι Σπαρτιάτας ὑπὸ τῶν ἐξ ἑαυτοῦ γεγονότων.