Ancient Greek
105.4
Empedocles, empedocles_diels_ppf 105.4
Unproofread scanNot analysed yet
39. IDEM Metaph. A 4. 954ᵇ32 ἐπεὶ δὲ καὶ τἀναντία τοῖς ἀγαθοῖς ὄντα ἐφαίνετο ἐν τῇ φύσει, καὶ οὐ μόνον τάξεις καὶ τὸ καλὸν ἀλλὰ καὶ ἀταξία καὶ τὸ αἰσχρόν, καὶ πλεῖω τὰ κακὰ τῶν ἀγαθῶν καὶ τὰ φαῦλα τῶν καλῶν, οὕτως ἄλλος τις Φιλίαν εἰσήνεγκεν καὶ Νεῖκος, ἑκάτερον ἑκάτερον αἴτιον τούτων. εἰ γὰρ τις ἀκολουθοῖη καὶ λαμβάνοι πρὸς τὴν διάνοιαν καὶ μὴ πρὸς ἀφελίζεσθαι λέγων Ἐ. ,εὑρήσει τὴν μὲν Φιλίαν αἰτίαν οὖσαν τῶν ἀγαθῶν, τὸ δὲ Νεῖκος τῶν κακῶν· ὥστ᾽ εἰ τις φαῖη τρόπον τινὰ καὶ λέγειν καὶ πρῶτον λέγειν τὸ κακὸν καὶ τὸ ἀγαθὸν ἀρχὰς Ἐμπεδοκλέα, τάχ᾽ ἂν λέγοι καλῶς, εἴπερ τὸ τῶν ἀγαθῶν ἀπάντων αἴτιον αὐτὸ τἀγαθὸν ἐστι [καὶ τῶν κακῶν τὸ κακόν].