Ancient Greek
107.3
Empedocles, empedocles_diels_ppf 107.3
Unproofread scanNot analysed yet
52. ΑΕΤ. Π 4, 8 [D. 331] Ἔ. τὸν κόσμον φθείρεσθαι κατὰ τὴν ἀντεπικράτειαν τοῦ Νείκους καὶ τῆς Φιλίας. SI MPL. de caelo 293, 18 οἱ δὲ ἐναλλὰξ γίνεσθαι καὶ φθείρεσθαι τὸν αὐτὸν καὶ πάλιν γινόμενον πάλιν φθείρεσθαι [sc. τὸν κόσμον] λέγουσι, καὶ αἰδίον εἶναι τὴν τοιαύτην διαδοχήν, ὥσπερ Ἔ. τὴν Φιλίαν λέγων καὶ τὸ Νεῖκος παρὰ μέρος ἐπικρατοῦντα τὴν μὲν σινάγειν τὰ πάντα εἰς ἓν καὶ φθείρειν τὸν τοῦ Νείκους κόσμον καὶ ποιεῖν ἐξ αὐτοῦ τὸν Σφαῖρον, τὸ δὲ Νεῖκος διακρινεῖν πάλιν τὰ στοιχεῖα καὶ ποιεῖν τὸν τοιοῦτον κόσμον [tum citat fr. 17, 7 sqq.] 305, 21 Πλάτων καὶ Ἔ. καὶ Ἀναξαγόρας καὶ οἱ ἄλλοι φυσικοὶ τὴν τῶν συνθέτων ἀπὸ τῶν ἀπλῶν γένεσιν κατὰ τὸν ἐξ ὑποθέσεως τοῦτον τρόπον [i. e. διδασκαλίας χάριν 304, 5] φαίνονται παραδιδόντες . . . ὡσεὶ καὶ προϋπῆρχον τῷ χρόνῳ τὰ ἐξ ὧν γίνεται τὰ γινόμενα. contra ARIST. Metaph. B 4. 1000ᵇ 18 οὐ γὰρ τὰ μὲν φθαρτά, τὰ δ’ ἀφθαρτὰ ποιεῖ τῶν ὄντων, ἀλλ’ ἀπαντα φθαρτὰ πλὴν τῶν στοιχείων.