Ancient Greek
107.7
Empedocles, empedocles_diels_ppf 107.7
Unproofread scanNot analysed yet
56. ΑΕΤ. Π 20, 13 [D. 350] Ἔ. δύο ἡλίους· τὸν μὲν ἀρχέτυπον, πῦρ ὂν ἐν τῷ ἑτέρῳ ἡμισφαιρίῳ τοῦ κόσμου, πεπληρωκὸς τὸ ἡμισφαίριον, αἰεὶ κατ’ ἀντικρὺ τῇ ἀνταυγείᾳ ἑαυτοῦ τεταγμένον· τὸν δὲ φαινόμενον, ἀνταύγειαν ἐν τῷ ἑτέρῳ ἡμισφαιρίῳ τῷ τοῦ ἀέρος τοῦ θερμογγοῦς πεπληρωμένῳ, ἀπὸ κυκλωτεροῦς τῆς γῆς κατ’ ἀνάκλασιν γιγνομένην [cf. Plut. ad fr. 44] εἰς τὸν ἥλιον τὸν κρυσταλλοειδῆ, συμπεριεχομένην δὲ τῇ κινήσει τοῦ πυρίνου. ὡς δὲ βραχέως εἰρῆσθαι [συντεμνόντα], ἀνταύγειαν εἶναι τοῦ περὶ τὴν γῆν πυρὸς τὸν ἥλιον. 21, 2 [D. 351] ἴσον τῇ γῇ τὸν κατὰ τὴν ἀνταύγειαν.