Ancient Greek
111.1
Empedocles, empedocles_diels_ppf 111.1
Unproofread scanNot analysed yet
73. ARIST. de part. anim. B 2. 648ᵃ 25 [cf. p. 56 n. 52] ἔνιοι γὰρ τὰ ἔνδρα τῶν πεζῶν θερμότερα φασιν εἶναι λέγοντες ὡς ἐπανιοῦσι τὴν ψυχρότητα τοῦ τόπου ἢ τῆς φύσεως αὐτῶν θερμότης καὶ τὰ ἄναιμα τῶν ἐναίμων καὶ τὰ θήλεα τῶν ἀρρένων, οἷον Παρμενίδης τὰς γυναῖκας τῶν ἀνδρῶν θερμότερας εἶναι φησὶ καὶ ἕτεροί τινες, ὡς διὰ τὴν θερμότητα καὶ πολυαιμοῦσας γινομένων τῶν γυναικείων, Ἐ. δὲ τοῦναντίον. ARIST. de resp. 14. 477ᵃ 32 Ἐ. δ' οὐ καλῶς τοῦτ' εἴρηκε φάσκων τὰ θερμότατα καὶ πῦρ ἔχοντα πλεῖστον τῶν ζώων ἔνδρα εἶναι φεύγοντα τὴν ὑπερβολὴν τῆς ἐν τῇ φύσει θερμότητος. THEOPHR. caus. pl. I 21, 5 ὥσπερ καὶ Ἐ. λέγει περὶ τῶν ζώων· τὰ γὰρ ὑπέρπυρα τὴν φύσιν ἄγειν εἰς τὸ ὑγρόν [cf. 22, 2].