Ancient Greek
111.4
Empedocles, empedocles_diels_ppf 111.4
Unproofread scanNot analysed yet
76. PLATO Phaedo 96 AB (Socrates loquitur) ἐγὼ γάρ, ἔφη, ὦ Κέβης, νέος ὢν θαυμαστῶς ὡς ἐπεθύμησα ταύτης τῆς σοφίας, ἣν δὴ καλοῦσι περὶ φύσεως ἱστορίαν. ὑπερήφανος γάρ μοι ἐδόκει εἶναι εἰδέναι τὰς αἰτίας ἑκάστου διὰ τί γίγνεται ἕκαστον καὶ διὰ τί ἀπόλλυται καὶ διὰ τί ἐστιν. καὶ πολλάκις ἐμαυτὸν ἄνω κάτω μετέβαλλον σκοπῶν πρώτων τὰ τοιάδε· ἂρ' ἐπειδὰν τὸ θερμόν καὶ ψυχρόν [ὑγρόν Sprengel, at cf. Dox. 564, 3] σηπτεδόνά τινα λάβῃ, ὡς τινες [Empedocles, Archelaus] ἔλεγον, τότε δή τὰ ζῷα συντρέφεται; καὶ πότερον τὸ αἷμά ἐστιν ᾧ φρονοῦμεν [Empedocles] ἢ ὁ