Ancient Greek
114.3
Empedocles, empedocles_diels_ppf 114.3
Unproofread scanNot analysed yet
85 AET. V 24, 2 [D. 435] Ἐ. τὸν μὲν ὕπνον καταψύξει τοῦ ἐν τῷ αἵματι θερμοῦ συμμέτρῳ γίνεσθαι, τῇ δὲ παντελεῖ θάνατον. 25, 4 [D. 437] Ἐ. τὸν θάνατον γίνεσθαι διαχωρισμῷ τοῦ πυρώδους (καὶ ἀερώδους καὶ ὑδατώδους καὶ γεώδους) ἐξ ὧν ἡ σύγκρισις τῷ ἀνθρώπῳ συνεστάθη· ὥστε κατὰ τοῦτο κοινὸν εἶναι τὸν θάνατον σώματος καὶ ψυχῆς· ὕπνον δὲ γίνεσθαι διαχωρισμῷ τοῦ πυρώδους.