Ancient Greek
116.4
Empedocles, empedocles_diels_ppf 116.4
Unproofread scanNot analysed yet
18 ἀτόπως δὲ καὶ ὅτι τὰ μὲν ἡμέρας, τὰ δὲ νύκτωρ μᾶλλον ὁρᾷ. τὸ γὰρ ἔλαττον πῦρ ὑπὸ τοῦ πλείονος φθεῖρεται διὸ καὶ πρὸς τὸν ἥλιον καὶ ὅλως τὸ καθαρόν οὐ δυνάμεθ’ ἀντιβλέπειν. ὥστε ὅσοις ἐνδείστερον τὸ φῶς, ἧττον ἔχρην ὁρᾶν μεθ’ ἡμέραν· ἢ εἴπερ τὸ ὅμοιον συναύξει, καθάπερ φησί, τὸ δὲ ἐναντίον φθεῖρει καὶ κωλύει, τὰ μὲν λευκὰ μᾶλλον ἔχρην ὁρᾶν ἅπασιν μεθ’ ἡμέραν καὶ ὅσοις ἔλαττον καὶ ὅσοις πλεῖον τὸ φῶς, τὰ δὲ μέλανα νύκτωρ. νῦν δὲ πάντες ἅπαντα μεθ’ ἡμέραν μᾶλλον ὁρῶσι πλὴν ὀλίγων ζώων. τούτοις δ’ εὐλόγως τοῦτ’ ἰχθεῖν τὸ οἰκεῖον πῦρ, ὥσπερ ἔνια καὶ τῇ χρῶσι διαλάμπει μᾶλλον τῆς νυκτός.