Ancient Greek
117.4
Empedocles, empedocles_diels_ppf 117.4
Unproofread scanNot analysed yet
ὡσαύτως δ᾽ ἂν τις καὶ περὶ τὴν φρόνησιν ἀπορρήσειεν, εἰ γὰρ τῶν αὐτῶν 23 ποιεῖ καὶ τὴν αἴσθησιν. καὶ γὰρ ἀπαντα μεθέξει τοῦ φρονεῖν. καὶ ἅμα πῶς ἐνδέχεται καὶ ἐν ἀλλοιώσει καὶ ὑπὸ τοῦ ὁμοίου γίνεσθαι τὸ φρονεῖν; τὸ γὰρ ὅμοιον οὐχ ἀλλοιοῦται τῷ ὁμοίῳ. τὸ δὲ διὰ τοῦ αἵματος φρονεῖν καὶ παντελῶς ἄτοπον· πολλὰ γὰρ τῶν ζώων ἄναιμα. τῶν δὲ ἐναιμῶν τὰ περὶ τὰς αἰσθήσεις ἀναιμότατα τῶν μερῶν. ἔτι καὶ ὁστοῖν καὶ θριξ αἰσθάνοιτ᾽ ἂν, ἐπεὶ οὐκ ἐξ ἀπάν-των ἔστι τῶν στοιχείων. καὶ συμβαίνει ταὐτὸν εἶναι τὸ φρονεῖν καὶ αἰσθάνεσθαι καὶ ἡδεσθαι καὶ (τὸ) λυπεῖσθαι καὶ [τὸ] ἀγνοεῖν· ἅμφω γὰρ ποιεῖ τοῖς ἀνομοίοις. ὡσθ᾽ ἅμα τῷ μὲν ἀγνοεῖν ἔδει γίνεσθαι λύπην, τῷ δὲ φρονεῖν ἡδονήν.