Ancient Greek
120.1
Empedocles, empedocles_diels_ppf 120.1
Unproofread scanNot analysed yet
γικὸς ἢ γεωργικὸς, ὁδοῦσι σοφιστικὸς ἢ δημοκοπικὸς, ἐνᾶτι τυραννικὸς. ἐν δὲ τούτοις ἅπασιν, ὃς μὲν ἂν δικαίως διαγάγῃ, ἀμείνων μοίρας μεταλαμβάνει, ὃς δ᾽ ἂν ἀδίκως, χειρόνος. εἰς μὲν γὰρ τὸ αὐτό, ὅθεν ἦλθεν ἢ ψυχὴ ἑκάστη οὐκ ἀφικνεῖται ἐτῶν μυρίων· οὐ γὰρ πτεροῦνται πρὸ τοσοῦτον χρόνου, πλὴν ἢ τοῦ φιλοσοφήσαντος ἀδύλως ἢ παιδευσαμένου μετὰ φιλοσοφίας. αὗται δὲ τρίτῃ περιόδῳ τῇ χιλιετῇ, ἐὰν ζῶνται τρίς ἐφεξῆς τὸν βίον τοῦτον, οὕτω πτερωθεῖσαι τρισχιλιοστοῖ ἐτεῖ ἀπέρχονται· αἱ δὲ αἱ, ὅταν τὸν πρῶτον βίον τελευτήσωσιν χρίσεως ἐτυχόν, κριθεῖσαι δὲ αἱ μὲν εἰς τὰ ὑπὸ γῆς δικαστήρια ἐλθοῦσαι δίχην ἐκτίνοισιν, αἱ δ᾽ εἰς τοῦρανοῦ τινα τόπον ὑπὸ τῆς δικῆς κομισθεῖσαι διάγουσιν ἀξίως οὐ ἐν ἀνθρώπων εἴδει ἐβίωσαν βίον. τῶν δὲ χιλιοστῶ ἀμφότεραι ἀφικνουμέναι ἐπὶ κλήρωσιν τε καὶ αἵρεσιν τοῦ δευτέρου βίου αἱροῦνται ὅν ἂν θέλῃ ἑκάστη. ἐνθα καὶ εἰς θηρίον βίον ἀνθρωπίνη ψυχὴ ἀφικνεῖται, καὶ ἐκ θηρίου, ὃς ποτὲ ἄνθρωπος ἦν, πάλιν εἰς ἄνθρωπον. SYNES. de provid. 1 (66, 1213 A Mign.) κείται δὲ Θέμιδι νόμος ἀγορεύων ψυχαῖς ὅτις ἂν ὁμῆσσα τῇ τῶν ὄντων ἐσχάται τῇ φύσει καὶ ἀμόλυντος διαγένηται, ταύτῃ δὴ τὴν αὐτὴν ὁδὸν αὐθὶς ἀναρρήναι καὶ εἰς τὴν οἰκεῖαν ἀναχθῆναι πηγὴν ὡςπερ γε καὶ τὰς ἐκ τῆς ἑτέρας, μερίδος τρόπων τινὰ ἐξορμησάμενας, φύσεως ἀνάγκη ἐς τοὺς συγγενεῖς αἰλίσσῃναι κενθμῶνας ἔνθα—ἡλάσκουν' [fr. 121, 2—4].