Ancient Greek
140.8
Empedocles, empedocles_diels_ppf 140.8
Unproofread scanNot analysed yet
ἀνταγγεῖ πρὸς Ὀλυμπον ἀταρβήτοις προσώποις. κυκλωτερὲς περὶ γαῖαν ἐλίσκεται ἀλλότριον φῶς. PLUT. de fac. in orbe lunae 9 p. 925 B a caelo distare lunam immane quantum, τῆς δὲ γῆς τρόπον τινὰ ψαῦει καὶ περιφερομένη πλησίον ἄρματος ἀνελίσκεται, φησίν Ε. ,ἥ τε περὶ ἄκραν ***[lacuna 13—25 litterarum] οὐδὲ γὰρ τὴν σκιὰν αὐτῆς ὑπερβάλλει πολλάκις ἐπὶ μικρὸν αἱρομένην τῷ παμμέγεθες εἶναι τὸ φωτίζον. ἀλλ’ οὕτως ἔοικεν ἐν χρωὶ καὶ σχεδὸν ἐν ἀγκάλαις τῆς γῆς περιπολεῖν, ὡς’ ἀντιφράττεσθαι πρὸς τὸν ἡμῶν ὑπ’ αὐτῆς μὴ ὑπεραίρουσα τὸν σκιερὸν καὶ χθόνιον καὶ νυκτέριον τοῦτον τὸν τόπον, ὃς γῆς κληρός ἐστι. διὸ δεκτέον οἴμαι θεωροῦντας ἐν τοῖς τῆς γῆς ὄροισ εἶναι τὴν σελήνην ὑπὸ τῶν ἄκρων αὐτῆς ἐπιπροσθουμένην.