Ancient Greek
155.8
Empedocles, empedocles_diels_ppf 155.8
Unproofread scanNot analysed yet
ARIST. de gen. anim. B 8. 747a 34 (de quaestione διὰ τί τὸ τῶν ἡμιόνων γένος ἄγονον cf. A 82 p. 95) Ἐ. δ᾽ αἰτιᾶται τὸ μεῖγμα τὸ τῶν σπερμάτων γίνεσθαι πυκνὸν ἐκ μαλακῆς τῆς γονῆς οὗσης ἐκατέρας· συναρμόττειν γὰρ τὰ κοῖλα τοῖς πυκνοῖς ἀλλήλων, ἐκ δὲ τῶν τοιούτων γίνεσθαι ἐκ μαλακῶν σκληρὸν ὥσπερ τῷ καττιτέρωι μιχθέντα τὸν χαλκόν, λέγων οὐτ᾽ ἐπὶ τοῦ χαλκοῦ καὶ τοῦ καττιτέρου τὴν αἰτίαν ὀρθῶς . . . οὕθ᾽ ὅλως ἐκ γνωρίμων ποιούμενος τὰς ἀρχάς. τὰ γὰρ κοῖλα καὶ τὰ στερεὰ ἀρμόττοντα ἀλλήλοις