Ancient Greek
166.1.1 to 166.1.23
Empedocles, empedocles_diels_ppf 166.1.1-23
Unproofread scanNot analysed yet
το ἐν καὶ τὴν ἐκείνου ἐνότητα ἐν ᾧ ἦν πρὶν ὑπὸ τοῦ Νείχους ἀποσπασθῆναι καὶ γενέσθαι ἐν τοῖς πολλοῖς τούτοις τοῖς κατὰ τὴν τοῦ Νείχους διακόσμησιν· ‘Νεῖξει, γὰρ φησι, <μαινομένωι πίστυνος>’, μαινόμενον καὶ τεταραγμένον καὶ ἀστατον τὸν δημιουργὸν τοῦδε τοῦ κόσμου ὁ Ἐ. ἀποκαλῶν. αὕτη γὰρ ἐστὶν ἡ κατάδηλος καὶ ἀνάγκη τῶν ψυχῶν, ὧν ἀποσταὶ τὸ Νεῖκος ἀπὸ τοῦ ἑνὸς καὶ δημιουργεῖ καὶ ἐργάζεται λέγων τοιούτων τινα τρόπον· ‘ὅς καὶ ἐπίορκον —βίοιο’ (4. 5), δαίμονας τὰς ψυχὰς λέγων μαχραιώνας, ὅτι εἰσὶν ἀθάνατοι καὶ μαχροὺς ζῶσιν αἰῶνας· ‘τρίς —ἀλάλησθαι’ (6), μάχαρας καλῶν τοὺς συνηγμένους ὑπὸ τῆς Φιλίας ἀπὸ τῶν πολλῶν εἰς τὴν ἐνότητα τοῦ κόσμου τοῦ νουητοῦ. τοῦτους οὖν φησιν ἀλάλησθαι καὶ ‘φρομέθους —κελεύθους’ (7. 8), ἀγαλέας —κελεύθους. ἀγαλέας εἰς κελεύθους φησιν εἶναι τῶν ψυχῶν τὰς εἰς τὰ σώματα μεταβολὰς καὶ μετακοσμήσεις. τοῦτ’ ἐστὶν ὅ λέγει· ‘ἀγαλέας —κελεύθους’ (8). μεταλλάσσουσι γὰρ αἱ ψυχαὶ σῶμα ἐκ σώματος, ὑπὸ τοῦ Νείχους μεταβαλλόμεναι καὶ χολάζομεναι, καὶ οὐκ ἔχουσαι μένειν εἰς τὸ ἕν. ἀλλὰ χολάζεσθαι ἐν πάσαις χολάσεσιν ὑπὸ τοῦ Νείχους τὰς ψυχὰς μεταβαλλομένας σῶμα ἐκ σώματος· αἰθέριον γε, φησί, μένος —πάντες (9—12). αὕτη ἐστὶν ἡ χολάσις ἣν χολάζει ὁ δημιουργὸς καθάπερ χαλκεύς τις μετακοσμῶν σίδηρον καὶ ἐκ πυρὸς εἰς ὕδωρ μεταβάπτων· πῦρ γὰρ ἐστιν ὁ αἰθὴρ ὅθεν εἰς πόντον μεταβάλλει τὰς ψυχὰς ὁ δημιουργός, χθῶν δὲ ἡ γῆ, ὅθεν φησίν· ‘ἐξ ὕδατος εἰς γῆν, ἐκ γῆς δὲ εἰς τὸν ἀέρα, τοιούτων δ’ λέγει· ‘γαῖα δ’ ἐς αὐγὰς ἠέλιον —πάντες’ (10—12). μισουμένας οὖν τὰς ψυχὰς . . συνάγει ἡ Φιλία ἀγαθὴ τις οἷσα καὶ κατοικεῖρουσα τὸν στεναγμὸν αὐτῶν καὶ τὴν ἄτακτον καὶ παρρησίαν τοῦ Νείχους τοῦ μαινομένου κατασκευὴν . . . διὰ τὴν τοιαύτην οὖν τοῦ ὀλεθρίου Νείχους διακόσμησιν τοῦδε τοῦ μεμερισμένου κόσμου πάντων ἐμψύχων ὁ Ἐμπεδοκλῆς τοὺς ἑαυτοῦ μαθητὰς ἀπέχεσθαι παρακαλεῖ· εἶναι γὰρ φησι τὰ σώματα τῶν ζῴων τὰ ἐσθιόμενα ψυχῶν κεκοσμημένων οἰκητήρια.