Ancient Greek
167.2 to 168.7
Empedocles, empedocles_diels_ppf 167.2-168.7
Unproofread scanNot analysed yet
ἔστιν Ἀνάγκης χρήμα, θεῶν ψήγισμα παλαιόν, αἰδίον, πλατέεσσι κατεσφραγισμένον δροοῖς· εὔτε τις ἀμπλακίησι φόνωι φίλα γυῖα μίγνῃ **ὃς χ(ε) ἐπίορχον ἀμαρτήσας ἐπομόσσηι, 5 δαίμονες οὔτε μακραιῶνος λελάχασι βίοιο, τρὶς μὲν μυρίας ὥρας ἀπὸ μάχαιρων ἀλάλησθαι, γνωμένους παντοῖα διὰ χρόνον εἴδεα θνητῶν ἀργαλέας βιότοιο μεταλλάσσοντα κελεύθους. αἰθέριον μὲν γὰρ σγε μένος πόντονδε διώχει, πόντος δ’ ἐς χθονὸς σῦδας ἀπέπτυσσε, γαῖα δ’ ἐς αὐγὰς ἡλίου φάεθοντος, ὁ δ’ αἰθήρος ἐμβαλε δίναις· ἄλλος δ’ ἐξ ἄλλου δέχεται, συγγέουσι δὲ πάντες. τῶν καὶ ἐγὼ νῦν εἰμι, φηγὰς θεόθεν καὶ ἀλήτης, Νείχει μαινομένωι πίσυνος.