Ancient Greek
89.1
Empedocles, empedocles_diels_ppf 89.1
Unproofread scanNot analysed yet
Ἐμπεδοκλῆς, ὡς φησιν Ἱππόβοτος, Μέτωνος ἦν υἱὸς τοῦ Ἐμπεδοκλέους Ἀκραγαντίνου. τὸ δ᾽ αὐτὸ καὶ Τίμαιος ἐν τῇ πεντεκαιδεκάτῃ τῶν Ἱστοριῶν [FHG I 215 fr. 93] ἐπίσημον ἄνδρα γεγονέναι τὸν Ἐμπεδοκλέα τὸν πάππον τοῦ ποιητοῦ. ἀλλὰ καὶ Ἑρμιππος [FHG III 42 fr. 27] τὰ αὐτὰ τούτῳ φησίν. ὁμοίως Ἡρακλείδης ἐν τῷ Περὶ νόσων [fr. 74 Voss], ὅτι λαμπρὰς ἦν οἰκίας ἱπποτροφηκὼς τοῦ πάππου. λέγει δὲ καὶ Ἐρατοσθένης ἐν τοῖς Ὀλυμπιονίκαις τὴν πρώτην καὶ ἑβδομηκοστὴν Ὀλυμπιάδα [496] νενικηκέναι τὸν τοῦ Μέτωνος πατέρα, μάρτυρι χρώμενος Ἀριστοτέλει [fr. 71]. Ἀπολλόδωρος δ᾽ ὁ γραμματικός ἐν τοῖς Χρονικοῖς [FHG I 447 fr. 87] φησὶν ὡς