Ancient Greek
90.1
Empedocles, empedocles_diels_ppf 90.1
Unproofread scanNot analysed yet
Ἀριστοτέλης [fr. 71 cf. infra §74] γὰρ αὐτόν, ἔτι τε Ἡράκλειτον, ἐξήκοντα ἐτῶν φησι τετελευτηκέναι. ὁ δὲ (τὴν) μίαν καὶ ἑβδομηκοστὴν Ὀλυμπιάδα νενικηκὼς κέλητι τοῦτον πάππος ἦν ὁμώνυμος, ὡς5 ἄμα καὶ τὸν χρόνον ὑπὸ τοῦ Ἀπολλοδώρου σημαίνεσθαι. Σάτυρος δὲ ἐν τοῖς Βίοις [FHG III 162 fr. 11] φησίν ὅτι Ἐμπεδοκλῆς υἱὸς μὲν ἦν Ἐξαίνετον, κατέλιπε δὲ καὶ αὐτὸς υἱὸν Ἐξαίνετον· ἐπὶ τε τῆς αὐτῆς ὀλυμπιάδος τὸν μὲν ἱππῶι κέλητι νενικηκέναι, τὸν δὲ υἱὸν αὐτοῦ πάλιν ἢ, ὡς Ἡρακλείδης ἐν τῇ Ἐπιτομῇ [FHG III 169 fr. 6], δρόμῳ. ἐγὼ δὲ εὕρον ἐν τοῖς ὑπομνήμασι Φαβωρίνου ὅτι καὶ βοὸν ἔθυσε τοῖς θεοῖς ὁ Ἐμπεδοκλῆς ἐκ μέλιτος καὶ ἀλφίτου, καὶ ἀδελφὸν ἔσχε Καλλικρατίδην. Τηλαύγης δ’ ὁ Πυθαγόρου παῖς ἐν τῇ πρὸς Φιλόλαον ἐπιστολῇ φησι τὸν Ἐμπεδοκλέα Ἀρχινόμον εἶναι υἱόν. ὅτι δ’ ἦν Ἀκραγαντῖνος ἐκ Σικελίας, αὐτὸς ἐναρχόμενος τῶν Καθαρμοῦ φησιν· ὧ —πόλεος [fr. 112]. καὶ τὰ μὲν περὶ τοῦ γένους αὐτοῦ τάδε. ἀκοῦσαι δ’ αὐτὸν Πυθαγόρου Τίμαιος διὰ τῆς ἐνάτης [FHG I 211 fr. 81] ἱστορεῖ, λέγων ὅτι καταγνωσθεὶς ἐπὶ λογοκλοπίαι τότε (καθὰ καὶ Πλάτων) τῶν λόγων ἐκωλύθη μετέχειν. μεμνῆσθαι δὲ καὶ αὐτὸν Πυθαγόρου λέγοντα· ‘ἦν —πλοῦτον’ [fr. 129]. οἱ δὲ τοῦτο εἰς Παρμενίδην αὐτὸν λέγειν ἀναφέρουσι. φησὶ δὲ Νεάνθης [FHG III 6 fr. 20] ὅτι μέχρι Φιλόλαον καὶ Ἐμπεδοκλέους ἔκουινώνουν οἱ Πυθαγόρικοι τῶν λόγων. ἐπεὶ δ’ αὐτὸς διὰ τῆς ποιήσεως ἐδημοσίωσεν αὐτά, νόμον ἔθεντο μηδενὶ μεταδοῦσιν ἐποποιῶι (τὸ δ’ αὐτὸ καὶ Πλάτωνα παθεῖν φησι· καὶ γὰρ τοῦτον κωλυθῆναι). τινὸς μέντοι γε αὐτῶν ἤκουσεν ὁ Ἐμπεδοκλῆς, οὐχ ἐπεὶ τὴν γὰρ περιφερομένην πρὸς Τηλαύγους ἐπιστολὴν ὅτι τε μετέσχεν Ἰππάσου καὶ Βροτίνου,