Ancient Greek
96.1
Empedocles, empedocles_diels_ppf 96.1
Unproofread scanNot analysed yet
ὑστερον δὲ διὰ τινὰ πανήγυριν πορευόμενον ἐπ’ ἀμάξης ὡς εἰς Μεσσήνην πεσεῖν καὶ τὸν μηρὸν κλάσαι· νοσήσαντα δ’ ἐκ τούτου τελευτῆσαι ἔτῶν ἑπτὰ καὶ ἑβδομήκοντα. εἶναι δ’ αὐτοῦ καὶ τάφον ἐν Μεγάροις. περὶ δὲ τῶν ἔτῶν Ἀριστοτέλης διαφέρεται· φησὶ γὰρ ἐκεῖνος ἐξήκοντα ἔτῶν αὐτὸν τελευτῆσαι· οἱ δὲ ἐννέα καὶ ἑκατὸν. ἥμαξε δὲ κατὰ τὴν τετάρτην καὶ ὀγδοηκοστὴν Ὀλυμπιάδα [444/1]. Δημήτριος δ’ ὁ Τροϊζήνιος ἐν τῷ Κατὰ σοφιστῶν βιβλίῳ [FHG IV 383] φησὶν αὐτὸν καθ’ Ὁμηρον ἀψάμενον βρόχον αἰπὺν ἀφ’ ὑψηλοῦ κρανεῖης αὐχέν’ ἀποχρεμάσαι, ψυχὴν δ’ Αἰδόσδε καταλθεῖν. ἐν δὲ τῷ προειρημένῳ Τηλαύγου ἐπιστολίῳ λέγεται αὐτὸν εἰς θάλατταν ὑπὸ γήρως ὀλισθόντα τελευτῆσαι. καὶ ταῦτα μὲν περὶ τοῦ Θαλάτου καὶ τοσαῦτα.