Ancient Greek
12
Empedocles, Epigramma 12
Unproofread scanNot analysed yet
Schol. Apoll. Rh. IV 259: Ἡσίοδος δὲ καὶ Πίνδαρος ἐν Πυθιονίκαις καὶ Ἀντίμαχος ἐν Λύδῃ διὰ τοῦ Ὠκεανοῦ φασιν ἐλθεῖν αὐτοὺς (τοὺς Ἀργοναύτας) εἰς Λιβύην, καὶ βαστάσαντας τὴν Ἀργὼ εἰς τὸ ἡμέτερον πέλαγος γενέσθαι. Ναυηγόν με δέδορκας· ὃν ἡ κτείνασα θάλασσα γυμνῶσαι πνιμάτου φάρεος ᾐδέσατο, ἄνθρωπος παλάμῃσιν ἀταρβήτοις μ’ ἀπέδυσεν, τόσσον ἄγος τόσσον κέρδεος ἀφάμενος· κεῖνο καὶ ἐνδύσαιτο καὶ εἰς Ἀΐδαο φέροιτο, καί μιν ἴδοι Μίνως τοὐμὸν ἔχοντα ῥάκος. Ταῦτ’ ἔχω, ὅσσ’ ἔμαθον καὶ ἐφρόντισα, καὶ μετὰ Μουσῶν σέμν’ ἐδάην· τὰ δὲ πολλὰ καὶ ὄλβια τῦφος ἔμαρψεν. Μηδέ ποτ’ ἐλαίων ἔσθι’, ἀκαλήφην ἔχων. Χειμῶνος ὥρα βολβοφακῆν βαβαὶ βαβαί. Βολβοφακῆ δ’ οἷον ἀμβροσίη ψύχους κρυόεντος.