Ancient Greek
17
Empedocles, Epigramma 17
Unproofread scanNot analysed yet
Ἔρωτα παύει λιμός, εἰ δὲ μὴ χρόνος· ἐὰν δὲ μηδὲ ταῦτα τὴν φλόγα σβέσῃ, θεράπευμά σοι τὸ λοῖσθον ἠρτήσθω βρόχος. Χρυσὸν ἀνὴρ εὐρὼν ἔλιπεν βρόχον· αὐτὰρ ὁ χρυσόν ὃν λίπεν οὐχ εὐρὼν ἦψεν ὃν εὗρε βρόχον. [26.] Ἐπὶ Νιρέως, κειμένου ἐν Τροίᾳ. Ἐνθάδε τὸν κάλλιστον ἐπιχθονίων ἔχε γαῖα, Νιρέα, τὸν Χαρόπου παῖδα καὶ Ἀγλαΐης. A [24.] Ἐπὶ Τληπολέμου, κειμένου ἐν Ῥόδῳ. Ὀδ’ Ἡρακλείδην ῥηξήνορα θυμολέοντα Τληπόλεμον κατέχει κυματόεσσα Ῥόδος.