Ancient Greek
8
Empedocles, Epigramma 8
Unproofread scanNot analysed yet
Πᾶν γὰρ ἀναγκαῖον πρᾶγμ’ ἀνιαρὸν ἔφυ. Schol. Apoll. Rh. I 1289: Ἀντίμαχος δὲ ἐν τῇ Λύδῃ φησὶν ἐκβιβασθέντα τὸν Ἡρακλέα διὰ τὸ καταβρεσέσθαι τὴν Ἀργὼ ὑπὸ τοῦ ἥρωος. Ξεῖνοι, τὴν περίβωτον ἐμὲ πτόλιν, Ἴλιον ἱρήν, τὴν πάρος εὐπύργοις τείχεσι κληξομένην, αἰῶνος τέφρη κατεδήδοκεν· ἀλλ’ ἐν Ὁμήρῳ κεῖμαι, χαλκείων ἕρκος ἔχουσα πυλῶν. οὐκέτι με σκάψει Τρωοφθόρα δούρατ’ Ἀχαιῶν, πάντων δ’ Ἑλλήνων κείσομαι ἐν στόματι. Νῦν ὅτε μηδὲν Ἄλεξις ὅσον μόνον εἶφ’, ὅτι καλός, ὦπται καὶ πάντῃ πᾶσι περιβλέπεται. θυμέ, τί μηνύεις κυσὶν ὀστέον; εἶτ’ ἀνιήσει ὕστερον· οὐχ οὕτω Φαῖδρον ἀπωλέσαμεν;