Ancient Greek
1.166.3
Empedocles, Testimonia 1.166.3
Unproofread scanNot analysed yet
Ἀριστοτέλης [fr. 71, vgl. §74] γὰρ αὐτόν, ἐπὶ τε Ἡρακλείδης, ἐξήκοντα ἐτῶν φησὶ τετελευτηκέναι. ὁ δὲ (τὴν) μίαν καὶ ἑβδομηκοστήν Ὀλυμπιάδα νενικηκὼς κέληνι τοῦτο πάππος ἦν ὁμῶς νυμμος, ὡςθ’ ἄμα καὶ τὸν χρόνον ὑπὸ τοῦ Ἀπολλοδώρου σημαίνεσθαι. 53 Σάτυρος δὲ ἐν τοῖς Βίοις [FHG III 162 fr. 11] φησίν, ὅτι Ἐμπεδοκλῆς υἱὸς μὲν ἦν Ἐσαίνετου, κατέλιπε δὲ καὶ αὐτὸς υἱὸν Ἐσαίνετον· ἐπὶ τε τῆς αὐτῆς Ὀλυμπιάδος τὸν μὲν ἱππικῶι κέλητι νενικῆναι, τὸν δὲ υἱὸν αὐτοῦ πάλιν ἡ, ὡς Ἡρακλείδης ἐν τῇ Ἐπιτομῇ [FHG III 169 fr. 6], δρόμῳι. ἐγὼ δὲ εὕρον ἐν τοῖς ὑπομνήμασι Φαβωρίνου, ὅτι καὶ βοῦν ἔθυσεν τοῖς θεοῖς ὁ Ἐμπεδοκλῆς ἐκ μέλιτος καὶ ἀλείφρων, καὶ ἀδελφὸν ἔχεν Καλλικρατίδην. Τηλαύγης δ’ ὁ Πυθαγόρου παῖς ἐν τῇ πρὸς Φιλόλαον ἐπιστολῇ [vgl. Z. 36. u. 153, 28] φησι τὸν Ἐμπεδοκλέα Ἀρχινόμου εἶναι υἱόν. 54 ὅτι δ’ ἦν Ἀκραγαντῖνος ἐκ Σικελίας, αὐτὸς ἐναρχόμενος τῶν Καθαρμῶν φησιν· ‘ὡ —πόλεος’ [B 112]. καὶ τὰ μὲν περὶ τοῦ γένους αὐτοῦ τάδε.