Ancient Greek
1.171.4
Empedocles, Testimonia 1.171.4
Unproofread scanNot analysed yet
15. LAMBLICH. V. Pyth. 113 [aus Nicomachos] Ἐ. δὲ σπασαμένου τὸ ξίφος ἤδη νεανίου τινὸς ἐπὶ τὸν αὐτοῦ ξενόδοχον Ἄρχιτον [vgl. B 1], ἐπεὶ δικάσας δημοσίᾳ τὸν τοῦ νεανίου πατέρα ἐθανάτωσε καὶ αἰξάντος, ὡς εἶχε συγχύσεως καὶ θυμοῦ, ξιφήρους παῖδας τὸν τοῦ πατρὸς καταδικαστὴν ὡσανεὶ φονέα Ἄρχιτον, μεθαρμοσάμενος ὡς εἶχε τὴν λύραν καὶ πεπαντικὸν τι μέλος καὶ κατασταλτικὸν μεταχειρισάμενος εὐθὺς ἀνεκρούσατο τὸ ἠπενθὲς ἄχολόν τε κακῶν ἐπίληθες ἀπάντων κατὰ τὸν ποιητὴν [d 221], καὶ τὸν τε ἑαυτοῦ ξενόδοχον Ἄρχιτον θανάτου ἐρρύσατο καὶ τὸν νεανίαν ἀνδροφονίας. ἱστορεῖται δ᾽ οὗτος τῶν Ἐμπεδοκλέους γνωρίμων ὁ δοκιμώτατος ἔκτοτε γενέσθαι.