Ancient Greek
1.174.2
Empedocles, Testimonia 1.174.2
Unproofread scanNot analysed yet
29. PLATO Soph. 242 C μύθον τινὰ ἕκαστος φαίνεται μοι διηγεῖσθαι παισὶν ὡς οὖσιν ἡμῖν, ὁ μὲν ὡς τρία τὰ ὄντα, πολεμεῖ δὲ ἀλλήλοις ἐνίοτε αὐτῶν ἅττα πη, τοτὲ δὲ καὶ φίλα γιγνόμενα γάμοις τε καὶ τόκους καὶ τροφὰς τῶν ἐχρόνων παρέχεται [vgl. 71 A 8—11, B 1ff.] . δύο δὲ ἕτερος εἰπὼν, ὕγρὸν καὶ ξηρὸν ἢ θερμὸν καὶ ψυχρόν, συνοικίζει τε αὐτὰ καὶ ἐκδίδωσι [vgl. 47 A 4?]. τὸ δὲ παρ’ ἡμῶν Ἑλεατικὸν ἔθνος, ἀπὸ Ξενοφάνους τε καὶ ἐπὶ πρόσθεν ἀρξάμενον [vgl. 66 B 6], ὡς ἑνὸς ὄντος τῶν πάντων καλουμένων οὕτω διεξέρχεται τοῖς μύθοις. Ἰάδες δὲ καὶ Σικελαὶ τινες ὕστερον Μούσαι [Heraklit und Empedokles] συνενόησαν, ὅτι συμπλέκειν ἀσφαλέστατον ἀμφότερα καὶ λέγειν, ὡς τὸ ὄν πολλὰ τε καὶ ἕν ἐστιν, ἐχθραὶ δὲ καὶ φιλίαι συνέχεται. ‘διαφερόμενον γὰρ ἀεὶ συμφέρεται’, φασίν αἱ συντονώτεραι τῶν Μουσῶν [12 B 10’, αἱ δὲ μαλακώτεραι τὸ μὲν ἀεὶ ταῦθ’ οὕτως ἔχειν ἐχάλασαν, ἐν μέρει δὲ τοτὲ μὲν ἐν εἶναι φασί τὸ πᾶν καὶ φίλον ὑπ’ Ἀφροδίτης, τοτὲ δὲ πολλὰ καὶ πολέμιον αὐτὸ αὐτῷ διὰ Νείκος τι [21 B 17].